Τρίτη 3 Νοεμβρίου 2009

Τὸν νοερὸν ἀδάμαντα τῆς καρτερίας ἀδελφοί, πνευματικῶς εὐφημήσωμεν, Γεώργιον τὸν ἀοίδιμον Μάρτυρα



Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει σου, προσπεφευγότες οἱ πιστοὶ καθικετεύομεν, λυτρωθῆναι παρὰ τοῦ Χριστοῦ Ἀθλοφόρε, τῶν σκανδάλων τοῦ ἐχθροῦ τοὺς ἀνυμνοῦντάς σε, καὶ παντοίων ἐκ κινδύνων καὶ κακώσεων, ἵνα κράζωμεν·

Χαίροις Μάρτυς Γεώργιε.


Μέγας ἐν προστασίαις ἐπὶ γῆς ἀνεδείχθης, τοῦ Κυρίου θεράπον καὶ φίλε· τὸν πιστὸν γὰρ λαὸν περισκέπων, σῴζεις ἀεὶ Ἔνδοξε· διὸ πίστει καὶ πόθῳ βοῶμέν σοι πολύαθλε.

Χαῖρε, δι' οὗ φρυκτωρεῖται ὁ κόσμος, χαῖρε, δι' οὗ ὁ στρατὸς καταλάμπει.

Χαῖρε, τῶν πιστῶν αἰχμαλώτων ἡ λύτρωσις, χαῖρε, δεσμωτῶν ἡ ὀξεῖα ἀντίληψις.

Χαῖρε, ὕψος τῶν ἐκ πίστεως προστρεχόντων σοι θερμῶς,

Χαῖρε, πλοῦτος τῶν ποθούντων σε, καὶ ἐν θλίψει χαρμονή.

Χαῖρε, ὅτι ὑπάρχεις βασιλέων τὸ τεῖχος, χαῖρε, ὅτι παρέχεις ἐν πολέμοις τὸ νῖκος.

Χαῖρε, ἀστὴρ φωτίζων τοὺς πλέοντας, χαῖρε, λυτὴρ παντοίας κακώσεως.

Χαῖρε, εἰς ὃν πᾶς πιστὸς καταφεύγει, χαῖρε, δι' οὗ εὐφημεῖται ὁ πλάστης.

Χαίροις, Μάρτυς Γεώργιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου