Κυριακή 1 Νοεμβρίου 2009

Αγίου Γρηγορίου Θεολόγου "Περὶ φιλοπτωχίας..."


Ἄνδρες ἀδελφοὶ καὶ συμπένητες, πτωχοὶ γὰρ ἅπαντες, καὶ τῆς θείας χάριτος ἐπιδεεῖς, κἂν ἄλλος ἄλλου προέχειν δοκῇ, μικροῖς μέτροις μετρούμενος, δέξασθε τὸν περὶ φιλοπτωχίας λόγον, μὴ πενιχρῶς, ἀλλὰ φιλοτίμως, ἵνα βασιλείαν πλουτήσητε·

συνεύξασθε δὲ καὶ ἡμᾶς πλουσίως τοῦτον ὑμῖν χορηγῆσαι, καὶ θρέψαι τῷ λόγῳ τὰς ὑμετέρας ψυχὰς, καὶ διαθρύψαι πεινῶσι τὸν πνευματικὸν ἄρτον· εἴτε ἀπ᾿ οὐρανοῦ τροφὴν ὕοντας, καθάπερ Μωϋσῆς ὁ παλαιὸς ἐκεῖνος, καὶ ἄρτον ἀγγέλων χαριζομένους· εἴτε ἄρτοις ὀλίγοις ἐν ἐρημίᾳ τρέφοντας μέχρι κόρου καὶ μυριάδας, καθάπερ Ἰησοῦς ὕστερον, ὁ ἀληθινὸς ἄρτος, καὶ τῆς ἀληθινῆς ζωῆς αἴτιος.

Ἔστι μὲν οὖν οὐ πάνυ τι ῥᾴδιον τῶν ἀρετῶν τὴν νικῶσαν εὑρεῖν, καὶ ταύτῃ δοῦναι τὰ πρεσβεῖα καὶ τὰ νικητήρια· ὥσπερ οὐδὲ ἐν λειμῶνι πολυανθεῖ καὶ εὐώδει, τῶν ἀνθέων τὸ κάλλιστον καὶ εὐωδέστατον, ἄλλοτε ἄλλου τὴν ὄσφρησιν καὶ τὴν ὄψιν πρὸς ἑαυτὸ μεθέλκοντος, καὶ πρῶτον δρέπεσθαι πείθοντος. Ὡς δ᾿ οὖν ἐμὲ, περὶ τούτων διελέσθαι σκεπτέον οὕτως.
...........................................................

Μὴ καυχάσθω, φησὶν, ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,

μηδὲ ὁ δυνατὸς ἐν τῇ ἰσχύι αὐτοῦ·

κἂν εἰς τὸ ἄκρον ὦσιν ἐληλακότες, ὁ μὲν σοφίας, ὁ δὲ περιουσίας, ὁ δὲ δυνάμεως.

Ἐγὼ δὲ προσθήσω καὶ ἃ τούτοις ἕπεται·

Μηδὲ ὁ περίβλεπτος ἐν τῇ δόξῃ, μηδὲ ὁ εὐεκτῶν ἐν τῇ ὑγιείᾳ, μηδὲ ὁ καλὸς ἐν τῇ ὥρᾳ, μηδὲ ὁ νέος ἐν τῇ νεότητι, μηδὲ ἐν ἄλλῳ μηδενὶ τῶν ἐνταῦθα ἐπαινουμένων, εἰ δεῖ συνελόντα εἰπεῖν, ὁ ὑπὸ τούτου φυσώμενος·

ἀλλ᾿ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος μόνον, ἐν τῷ συνιεῖν καὶ ἐκζητεῖν τὸν Θεὸν, καὶ συναλγεῖν τοῖς πάσχουσι, καὶ πρὸς τὸ μέλλον ἑαυτῷ τι χρηστὸν ἀποτίθεσθαι.

Τὰ μὲν γάρ ἐστι ῥευστὰ καὶ πρόσκαιρα,

καὶ, ὥσπερ ἐν παιδιᾷ ψήφων,

ἄλλοτε εἰς ἄλλους μεταῤῥιπτούμενα, καὶ μετατιθέμενα·

καὶ οὐδὲν οὕτω τοῦ κατέχοντος ἴδιον, ὡς ἢ μὴ χρόνῳ παυθῆναι, ἢ φθόνῳ μετατεθῆναι· τὰ δὲ ἑστῶτα καὶ μένοντα, καὶ οὔποτε ὑποχωροῦντα, οὐδὲ μεταπίπτοντα, οὐδὲ σφάλλοντα τὰς τῶν πεπιστευκότων ἐλπίδας.

Ἀλλ᾿ ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ, μηδὲν τῶν ἐνταῦθα ἀγαθῶν εἶναι πιστὸν τοῖς ἀνθρώποις, μηδὲ πολυχρόνιον· ἀλλ᾿ εἴπερ τι ἄλλο, καὶ τοῦτο καλῶς τῷ τεχνίτῃ Λόγῳ καὶ τῇ πάντα νοῦν ὑπερεχούσῃ Σοφίᾳ μεμηχανῆσθαι, παίζεσθαι ἡμᾶς ἐν τοῖς ὁρωμένοις, ἄλλοτε ἄλλως μεταβαλλομένοις καὶ μεταβάλλουσι, καὶ ἄνω καὶ κάτω φερομένοις τε καὶ περιτρεπομένοις, καὶ πρὶν ληφθῆναι ἀπιοῦσι καὶ φεύγουσιν· ἵνα τὸ ἐν τούτοις ἄστατον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς τὸ μέλλον μεθορμησώμεθα.

.......................................................................

Εἴ τι οὖν ἐμοὶ πείθεσθε, δοῦλοι Χριστοῦ, καὶ ἀδελφοὶ, καὶ συγκληρονόμοι, ἕως ἐστὶ καιρὸς,

Χριστὸν ἐπισκεψώμεθα,

Χριστὸν θεραπεύσωμεν,

Χριστὸν θρέψωμεν,

Χριστὸν ἐνδύσωμεν,

Χριστὸν συναγάγωμεν,

Χριστὸν τιμήσωμεν·

μὴ τραπέζῃ μόνον, ὥς τινες·

μηδὲ μύροις, ὡς ἡ Μαρία·

μηδὲ τάφῳ μόνον, ὡς Ἰωσὴφ ὁ Ἀριμαθαῖος·

μηδὲ τοῖς πρὸς τὴν ταφὴν, ὡς Νικόδημος ὁ ἐξ ἡμισείας φιλόχριστος·

μηδὲ χρυσῷ καὶ λιβάνῳ καὶ σμύρνῃ, ὡς οἱ μάγοι πρὸ τῶν εἰρημένων·

ἀλλ᾿ ἐπειδὴ ἔλεον θέλει καὶ οὐ θυσίαν ὁ πάντων Δεσπότης, καὶ ὑπὲρ μυριάδας ἀρνῶν πιόνων ἡ εὐσπλαγχνία,

ταύτην εἰσφέρωμεν αὐτῷ διὰ τῶν δεομένων, καὶ χαμαὶ σήμερον ἐῤῥιμμένων,

ἵνα, ὅταν ἐνθένδε ἀπαλλαγῶμεν,

δέξωνται ἡμᾶς εἰς τὰς αἰωνίους σκηνὰς,

ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν,

ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου