Σάββατο 21 Νοεμβρίου 2009

Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται


Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα,
πνευματικῶς πανηγυρίσωμεν,
καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον,
ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν·
τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν,
εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ,
καὶ Θεοῦ τῶν ὅλων.
Παρθένoι, λαμπαδηφοροῦσαι προπορεύεσθε,
τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον.
Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι,
χαρμονικῶς συνακολουθήσατε,
ὑμνoῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην,
καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον.
Ἅπαντες οὖν χαρμονικῶς,
τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν,
τῇ Κεχαριτωμένῃ,
τῇ ἀεὶ πρεσβευούσῃ,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου