Δεῦτε φιλομάρτυρες πάντες,
τοὺς τοῦ Χριστοῦ ἀριστέας,
ὕμνοις τιμήσωμεν,
Γουρίαν, Ἄβιβον καὶ Σαμωνᾶν,
ὅτι παραδόξως ἐνεργοῦσι τοῖς θαύμασιν·
ὅρκῳ γὰρ οὐ παρεῖδον μεταναστεῦσαι κόρην,
ἀλλ' ἐκπληροῦντες τὸ αἴτημα,
τὴν παῖδα διεσώσαντο,
παρανόμῳ Γότθῳ, ἄμυναν ποιήσαντες.
Δι' ὧν Χριστὲ ὁ Θεός,
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος,
σῶσον τὰς ψυχὰς ἡμῶν
τοὺς τοῦ Χριστοῦ ἀριστέας,
ὕμνοις τιμήσωμεν,
Γουρίαν, Ἄβιβον καὶ Σαμωνᾶν,
ὅτι παραδόξως ἐνεργοῦσι τοῖς θαύμασιν·
ὅρκῳ γὰρ οὐ παρεῖδον μεταναστεῦσαι κόρην,
ἀλλ' ἐκπληροῦντες τὸ αἴτημα,
τὴν παῖδα διεσώσαντο,
παρανόμῳ Γότθῳ, ἄμυναν ποιήσαντες.
Δι' ὧν Χριστὲ ὁ Θεός,
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος,
σῶσον τὰς ψυχὰς ἡμῶν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου