Ἡ πόρνη κενώσασα,
μύρου ἀλάβαστρον πάλαι,
τοῖς ποσί σου Δέσποτα,πάντων ἠλευθέρωται, ὧν περ ἔπραξεν,
ὁ Λῃστὴς μόνον σου,
μνημονεύσας ὤφθη,
καὶ εὐθέως εἰς Παράδεισον, αὐτὸν εἰσήγαγες,
ἐγὼ δὲ τί πράξω ὁ ἄθλιος;
οὐ μύρον, οὐ κατάνυξιν, ἔχω,
δωρεάν με ἐλέησον,
οἴκτειρόν με Λόγε,
ἡ ἄχραντός σου Μήτηρ δυσωπεῖ,
ἣν ἐδωρήσω τῷ κόσμῳ σου, μέγα καταφύγιον
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου