Αεί μέν, αδελφοί, την του Θεού φιλανθρωπίαν κηρύττειν οφείλομεν.Μάλιστα δε έν τούτω τω καιρώ χρεωστούμεν τούτο ποιείν, δια την κοινήν ωφέλειαν, και την ευεργεσίαν των μελλόντων εκ της κολυμβύθρας ανατέλλειν αστέρων....
Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης.
Πολῖται δὲ τῆς χώρας ἐκείνης ἦσαν οἱ δαίμονες͵ ἐν ᾗ ἐτύγχανε μετανάστιος.
Καὶ ἔπεμψεν αὐτὸν ὁ πολίτης ἐκεῖνος εἰς τὸν ἀγρὸν αὐτοῦ βόσκειν χοίρους.
Οὕτω γὰρ τιμῶσιν οἱ δαίμονες τοὺς τιμῶντας αὐτούς· οὕτω φιλοῦσι τοὺς φιλοῦντας αὐτούς· τοιαύτας δωρεὰς χαρίζονται τοῖς πειθομένοις αὐτοῖς.
Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων͵ ὧν ἤσθιον οἱ χοῖροι.
Τί δέ ἐστιν͵ Ἀπὸ τῶν κερατίων Τῶν κερατίων ἡ γεῦσις γλυκεῖά ἐστιν͵
ἀλλ΄ ὅμως καὶ σκληρὰ κατ΄ αὐτό τε καὶ τραχεῖα.
Τοιαύτη γὰρ καὶ τῆς ἁμαρτίας ἡ φύσις· εὐφραίνει μὲν μικρὰ͵ καὶ κολάζει μεγάλα· τέρπει πρόσκαιρα͵ καὶ μαστίζει αἰώνια.
Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου͵ καὶ ἐρῶ αὐτῷ·
Πάτερ͵ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου͵ καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με͵ ὡς ἕνα τῶν μισθίων σου.
Ἀρκεῖ μοι πρὸς σωτηρίαν ταῦτα τὰ ῥήματα· ἀρκεῖ μοι πρὸς τὴν πρεσβείαν τοῦ πατρός μου τὸ ὄνομα· οὐ δύναται γὰρ ὁ πατὴρ ὁ ἐμὸς͵ πατὴρ προσαγορευθεὶς παρ΄ ἐμοῦ͵ μὴ φανῆναι τοῖς ἔργοις πατήρ· οὐ δύναται μὴ κινῆσαι τὰ σπλάγχνα͵ εὔσπλαγχνος ὤν· οὐ δύναται τὸ͵ ῞Ημαρτον͵ ἀκούσας͵ μὴ δοῦναι συγγνώμην τοῖς ἐμοῖς ὀλισθήμασιν· οὐ δύναται τῆς ἐμῆς ἀκούσας φωνῆς͵
μὴ ἐπιλαθέσθαι τῆς δικαίας ὀργῆς.
Οἶδα πόσα δύναται παρ΄ αὐτῷ ἡ μετάνοια· οἶδα πῶς ἰσχύει παρ΄ αὐτῷ τὰ δάκρυα· οἶδα πῶς ἕκαστος ἁμαρτωλὸς πρὸς αὐτὸν ἀνανεύων͵ καὶ δακρύων θερμῶς͵ ὡς ὁ Πέτρος λαμβάνει τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οἶδα τοῦ Θεοῦ μου τὴν ἀγαθότητα· οἶδα τοῦ πατρός μου τὴν ἡμερότητα.
Ἐλεήσει με μετανοοῦντα͵ ὃν οὐκ ἐκόλασεν ἁμαρτήσαντα.
῞Ημαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου͵ καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
῞Ημαρτον͵ ὁμολογῶ τὰ παραπτώματά μου͵ οὐ κρύπτω ἅπερ βλέπεις͵ οὐκ ἀρνοῦμαι ἅπερ ἐπίστασαι· ὡς ὑπεύθυνος πρόκειμαι͵ ὡς παράνομος κατακρίνομαι·
ὡς κριτὴς ἐλέησόν με.
῞Ημαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου.
Ἰδοὺ ἐμαυτὸν ἀνακηρύττω͵ ἐμαυτὸν κατακρίνω͵ κατ΄ ἐμαυτοῦ ἀποφαίνομαι.
Οὐ δέομαι δικαστοῦ πρὸς ἀπόφασιν͵ οὐ δέομαι κατηγόρων πρὸς ἔλεγχον͵ οὐ δέομαι μαρτύρων πρὸς ἔγγραφα· ἔνδον ἔχω προκαθήμενον τὸ συνειδὸς͵ τὸν ἀπαραίτητον δικαστὴν ἐν τῇ ψυχῇ βαστάζω͵ τὸ φοβερὸν δικαστήριον ἐν τῷ συνειδότι περιφέρω τοὺς μάρτυρας͵ ἐν τοῖς ἐμοῖς ὀφθαλμοῖς τοὺς κατηγόρους ἐπάγων· αἱ πράξεις μου στηλιτεύουσί με͵ ἡ παροῦσα γυμνότης φανεροῖ με͵ αὐτὰ τὰ ῥάκη τῆς αἰσχύνης͵ ἃ περιβέβλημαι͵ καταισχύνει με͵ καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου·
Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
........
Ποῖον μόσχον λέγει σιτευτόν.
Ποῖον; Ὃν ἡ δάμαλις Μαρία παρθένος ἐγέννησεν.
Ἐνέγκατε τὸν μόσχον τὸν ἀδάμαστον͵ τὸν μὴ δεξάμενον ἁμαρτίας ζυγὸν͵ τὸν παρθένον͵ καὶ ἐκ παρθένου͵ τὸν ἀκολουθοῦντα τοῖς ἀκολουθοῦσιν αὐτῷ͵ οὐκ ἐξ ἀνάγκης͵ ἀλλ΄ ἑκουσίως· τὸν μὴ χρώμενον τῇ δυνάμει αὐτοῦ͵ μηδὲ τοῖς κέρασιν͵ ἀλλ΄ ἑτοίμως ὑποκλίναντα τὸν ἑαυτοῦ αὐχένα τοῖς σφάττειν θέλουσι
.Θύσατε οὖν ἑκόντα θυόμενον͵ θύσατε τὸν ζωοποιοῦντα τοὺς θύοντας͵ θύσατε τὸν θυόμενον καὶ μὴ νεκρούμενον· θύσατε τὸν μελιζόμενον͵ καὶ τοὺς μελίζοντας αὐτὸν ἁγιάζοντα· θύσατε τὸν ἐσθιόμενον παρὰ τῶν εἰδότων αὐτὸν͵ καὶ μηδέποτε δαπανώμενον· θύσατε τὸν τοὺς ἐσθίοντας μακαρίους ἀπεργαζόμενον.
Καὶ φαγόντες πάντες εὐφρανθῶμεν͵
Ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν͵ καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν͵ καὶ ηὑρέθη.
Ναὶ͵ φησίν· ὅτι ὁ ἀδελφός σου ἥκει͵ καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτὸν͵ ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
........
Ὠργίσθη δὲ πρὸς ταῦτα ὁ δίκαιος͵ καὶ οὐκ ἠθέλησεν εἰσελθεῖν.
Ὠργίσθη ὁ δίκαιος͵ καὶ τοῦ φθόνου ἐγένετο δοῦλος·
Ὁ γὰρ πατὴρ αὐτοῦ͵ φησὶν͵ ἐξελθὼν παρεκάλει αὐτόν.
Ὢ σοφίας ἀῤῥήτου͵ ὢ προνοίας θεοφιλοῦς· καὶ τὸν ἁμαρτωλὸν ἠλέησε͵ καὶ τὸν δίκαιον ἐκολάκευσε· καὶ τὸν ἱστάμενον οὐκ ἀφῆκε πεσεῖν͵ καὶ τὸν πεσόντα ἤγειρε· καὶ τὸν πένητα πλούσιον ἀπέδειξε͵
καὶ τὸν πλούσιον οὐ συνεχώρησε τῷ φθόνῳ γενέσθαι πτωχόν.
Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί·
Ἰδοὺ ἐγὼ τοσαῦτα ἔτη ἔχω δουλεύων σοι͵ καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον· καὶ ἐμοὶ οὐκ ἔδωκάς ποτε ἔριφον͵ ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·ῃ ἀλλὰ περιέρχομαι ἐν μηλωταῖς͵ ἐν αἰγείοις δέρμασιν͵ ὑστερούμενος͵
θλιβόμενος͵ κακουχούμενος.
Ὅταν δὲ ὁ υἱός σου οὗτος ἦλθεν͵ ὁ καταφρονήσας σου͵ καὶ καταφαγών σου τὸν βίον μετὰ πορνῶν͵ εὐθέως ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν· καὶ οὔτε ῥήματι ἐνεκάλεσας αὐτῷ͵ οὔτε σχήματι τὸ πρόσωπόν σου ἀπέστρεψας ἀπ΄ αὐτοῦ· ἀλλ΄ εὐθέως ἐξενοδόχησας αὐτὸν͵ καὶ πάσῃ τῇ στολῇ σου κατεκόσμησας͵ καὶ τῷ χρυσῷ δακτυλίῳ περιήστραψας͵ καὶ τοῖς ὑποδήμασι περιέφραξας͵ καὶ τὴν ἐκκλησίαν ἠνέῳξας͵ καὶ τὴν τράπεζαν ἐκαλλώπισας͵ καὶ τοὺς κρατῆρας ἐπλήρωσας͵ καὶ τὸν μόσχον τὸν σιτευτὸν κατέσφαξας͵ καὶ πρὸς τὴν εὐωχίαν τοὺς πιστοὺς προσεκάλεσας͵ καὶ τοὺς ἀγγέλους χορεύειν ἐποίησας͵ καὶ ξένον οὐρανοῦ καὶ γῆς συμπόσιον συνεκρότησας· καὶ τοιαύτας δωρεὰς παρέσχες τῷ καταφρονήσαντι τῆς σῆς ἀγαθότητος͵ καὶ τὴν εὐγένειαν καθυβρίσαντι.
Τί εἴπω πρὸς τὸ βάθος καὶ τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν; πῶς θαυμάσω τὴν θάλατταν τῆς σῆς γαληνότητος;
Ἐλεεῖς͵ Κύριε͵ πάντας͵ ὅτι πάντα δύνασαι͵
καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν.
Ὁ δὲ Πατὴρ αὐτοῦ εἶπεν αὐτῷ·
Τέκνον͵ σὺ πάντοτε μετ΄ ἐμοῦ εἶ.
Σὺ τῶν ἐμῶν κόλπων οὐκ ἐχωρίσθης ποτέ· σὺ τῆς Ἐκκλησίας τῆς ἐμῆς οὐκ ἀπεσκίρτησας· σὺ ψαλμοῖς καὶ ὕμνοις προσέσχες ἀεί· σὺ μετὰ τῶν ἀγγέλων ἐντυγχάνεις διαπαντός· σὺ τῷ θυσιαστηρίῳ παριστάμενος͵ μετὰ παῤῥησίας βοᾷς͵ "Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς͵ ἁγιασθήτω τὸ ὄνομά σου".
Οὗτος δὲ προσῆλθέ μοι κατακεκριμένος͵ κατῃσχυμμένος͵ τὸ πρόσωπον ὠθῶν εἰς τὴν γῆν͵ καὶ μετὰ συντετριμμένης καὶ στυγνῆς φωνῆς ἀνεβόησε· “Πάτερ͵ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου͵ καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου”.
Τί εἶχον ποιῆσαι πρὸς τὰ ῥήματα ταῦτα; ἠδυνάμην μὴ ἐλεῆσαι τὸν ἐμὸν υἱὸν προσελθόντα μοι;
Σὺ δίκασον ὁ θυμούμενος.
Ἀλλ΄ οὐ πέφυκα͵ φιλάνθρωπος ὢν͵ ἀπάνθρωπόν τι διαπράξασθαι· οὐ δύναμαι μὴ ἐλεῆσαι͵ ὃν ἐγὼ ἐποίησα· οὐ δύναμαι μὴ οἰκτείρειν͵ ὃν ἐκ τῶν ἐμῶν σπλάγχνων ἐγέννησα.
Τέκνον͵ σὺ πάντοτε μετ΄ ἐμοῦ εἶ͵ καὶ τὰ ἐμὰ πάντα͵ σά ἐστιν·ῃ ὁ οὐρανὸς σὸς͵ τὸ στερέωμα σὸν͵ ὁ ἥλιος δᾳδοῦχος σὸς͵ ἡ σελήνη θεραπαίνη σὴ͵ οἱ ἀστέρες λαμπτῆρες σοὶ͵ ὁ ἀὴρ τροφεὺς σὸς͵ καὶ πάντα τὰ ἐναέρια σά· ἡ γῆ καὶ τὰ ἐν αὐτῇ σὰ͵ ἡ θάλασσα καὶ τὰ ἐν αὐτῇ σὰ͵ ὁ κόσμος σὸς͵ ἡ Ἐκκλησία σὴ͵ τὸ θυσιαστήριον σὸν͵ ὁ μόσχος ὁ σιτευτὸς σὸς͵ ἡ θυσία σὴ͵ οἱ ἄγγελοι σοὶ͵ οἱ ἀπόστολοι σοὶ͵ οἱ μάρτυρες σοί· τὰ παρόντα σὰ͵ τὰ μέλλοντα σὰ͵ ἡ ἀνάστασις σὴ͵ ἡ ἀθανασία σὴ͵ ἡ ἀφθαρσία σὴ͵ ἡ βασιλεία τῶν οὐρανῶν σὴ͵ πάντα τὰ φαινόμενα καὶ τὰ νοούμενα σά.
Μὴ τὰ σὰ ἀπήγαγον͵ κἀκείνῳ προσήγαγον; μὴ σὲ ἀπέδυσα͵ κἀκεῖνον ἐνέδυσα; οὐχὶ ἐκ τῶν ἐμῶν πραγμάτων ἐχαρισάμην τὸ ἔλεος; οὐχ ὅμοιός εἰμι καὶ σοῦ κἀκείνου πατήρ;
Καὶ σὲ τιμῶ διὰ τὴν ἀρετὴν͵ κἀκεῖνον ἐλεῶ διὰ τὴν καλλίστην ἐπιστροφήν· καὶ σὲ ποθῶ διὰ τὴν ζωὴν͵ κἀκεῖνον διὰ τὴν μεταβολήν· καὶ σὲ διὰ τὴν πολιτείαν φιλῶ͵ κἀκεῖνον διὰ τὴν μετάνοιαν· καὶ σὲ διὰ μακροθυμίαν͵
κἀκεῖνον διὰ τὴν ἐν ἐμοὶ ἐπιστροφήν.
Εὐφρανθῆναι δὲ καὶ χαρῆναί σε ἔδει͵ ὅτι οὗτος ὁ ἀδελφός σου νεκρὸς ἦν͵ καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν͵ καὶ εὑρέθη.
Τίς βλέπων νεκρὸν ἀνιστάμενον͵ οὐκ εὐφραίνεται;
καὶ τίς εὑρὼν ἃ ἀπώλεσεν͵ οὐκ ἀγάλλεται;
Δεῦρο καὶ σὺ͵ υἱέ μου͵ συνευφράνθητι σὺν ἡμῖν͵ καὶ συσκίρτησον σὺν τοῖς ἀγγέλοις͵ καὶ περίπτυξον σὺν ἡμῖν τὸν σὸν ἀδελφὸν͵ καὶ σύμψαλλε τῷ Δαυῒδ ἐκεῖνο τὸ πνευματικὸν μέλος͵ τὸ πρέπον τῇ παρούσῃ πανηγύρει·
“Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι͵ καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ͵ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν”.
Ηκούσατε της θείας παραβολής, και τόν ταύτης σκοπόν έγνωτε,
και την δύναμιν αυτής είδετε.
Εμάθατε πώς φιλάνθρωπον έχομεν Κύριον, πώς ανεξίκακον.
Αυτώ τοίνυν προσφύγωμεν μετά καθαράς καρδίας.
Δεύτε, κοινή φωνή βοήσωμεν πρός αυτόν.
Δέσποτα, Κύριε φιλάνθρωπε, μονογενές Υιέ του Θεού,
ημάρτομεν εις τον ουρανόν και ενωπιόν σου,
και ούκ εσμέν άξιοι κληθήναι υιοί σου.
Αλλά θαρούμεν τοις σοίς οικτιρμοίς.
Έχομεν όμηρα της σης φιλανθρωπίας τον Τίμιον Σταυρόν, όν υπέμεινας δι΄ημάς.
Έχομεν εγγυητάς τας της σης ευσπλαχνίας, την ποτε πόρνην, και τον ποτε ληστήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου