Πέμπτη 4 Φεβρουαρίου 2010

Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται

Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος,
καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ,
σήμερον τῷ θείῳ Ἱερῷ
κατὰ νόμον προσφερόμενος,
πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις,
καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς,
ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν,
καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν,
περιστερῶν δὲ δύο νεοσσούς,
ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς.
Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών,
τὸ πέρας δεξάμενος,
εὐλογῶν τὴν Παρθένον,
Θεοτόκον Μαρίαν,
τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε,
καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν
·
Νῦν ἀπολύεις με Δέσποτα,
καθὼς προεπηγγείλω μοι,
ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς,
καὶ Σωτῆρα Κύριον
τοῦ Χριστωνύμου λαοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου