Τῇ ἐκ νεκρῶν ἐγέρσει σου Χριστέ,
οὐκέτι ὁ θάνατος,
κυριεύει τῶν θανόντων εὐσεβῶς·
διὸ αἰτοῦμεν ἐκτενῶς,
τοὺς σοὺς δούλους ἀνάπαυσον,
ἐν αὐλαῖς σου, καὶ ἐν κόλποις Ἀβραάμ,
τοὺς ἐξ, Ἀδὰμ μέχρι σήμερον, λατρεύσαντάς σοι καθαρῶς,
πατέρας καὶ ἀδελφοὺς ἡμῶν,
φίλους ὁμοῦ καὶ συγγενεῖς,
ἅπαντα ἄνθρωπον,
τὰ τοῦ βίου λειτουργήσαντα πιστῶς,
καὶ πρὸς σὲ μεταστάντα,
πολυειδῶς, καὶ πολυτρόπως ὁ Θεός,
καὶ ἀξίωσον τούτους,
τῆς οὐρανίου βασιλείας σου.
οὐκέτι ὁ θάνατος,
κυριεύει τῶν θανόντων εὐσεβῶς·
διὸ αἰτοῦμεν ἐκτενῶς,
τοὺς σοὺς δούλους ἀνάπαυσον,
ἐν αὐλαῖς σου, καὶ ἐν κόλποις Ἀβραάμ,
τοὺς ἐξ, Ἀδὰμ μέχρι σήμερον, λατρεύσαντάς σοι καθαρῶς,
πατέρας καὶ ἀδελφοὺς ἡμῶν,
φίλους ὁμοῦ καὶ συγγενεῖς,
ἅπαντα ἄνθρωπον,
τὰ τοῦ βίου λειτουργήσαντα πιστῶς,
καὶ πρὸς σὲ μεταστάντα,
πολυειδῶς, καὶ πολυτρόπως ὁ Θεός,
καὶ ἀξίωσον τούτους,
τῆς οὐρανίου βασιλείας σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου