Τετάρτη 3 Φεβρουαρίου 2010

Σήμερον ὁ Σωτήρ, ὡς βρέφος προσηνέχθη, ἐν τῷ ναῷ Κυρίου, καὶ χερσὶ γηραλέαις, ὁ Πρέσβυς τοῦτον δέχεται


Ὁ παλαιὸς ἡμερῶν,
ὁ καὶ τὸν νόμον πάλαι ἐν Σινᾷ δοὺς
τῷ Μωσεῖ,
σήμερον βρέφος ὁρᾶται,
καὶ κατὰ νόμον,
ὡς νόμου Ποιητής,
τὸν νόμον ἐκπληρῶν, ναῷ προσάγεται,
καὶ τῷ Πρεσβύτῃ ἀποδίδοται.
Δεξάμενος δὲ τοῦτον Συμεὼν ὁ δίκαιος,
καὶ τῶν δεσμῶν τὴν ἔκβασιν ἰδὼν τελεσθεῖσαν,
γηθοσύνως ἐβόα·
Εἶδον οἱ ὀφθαλμοί μου,
τὸ ἀπ' αἰῶνος μυστήριον ἀποκεκρυμμένον,
ἐπ' ἐσχάτων τούτων ἡμερῶν φανερωθέν,
φῶς διασκεδάζον,
τῶν ἀπίστων ἐθνῶν τὴν σκοτόμαιναν
καὶ δόξαν τοῦ νεολέκτου Ἰσραήλ·
διὸ ἀπόλυσον τὸν δοῦλόν σου,
ἐκ τῶν δεσμῶν τοῦδε τοῦ σαρκίου,
πρὸς τὴν ἀγήρω καὶ θαυμασίαν ἄληκτον ζωήν,
ὁ παρέχων τῷ κόσμῳ
τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου