Τρίτη 2 Φεβρουαρίου 2010

Δεῦτε καὶ ἡμεῖς, ᾄσμασιν ἐνθέοις, Χριστῷ συναντηθῶμεν, καὶ δεξώμεθα αὐτόν, οὗ τὸ σωτήριον ὁ Συμεὼν ἑώρακεν


Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον·
ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός,
ἀρχὴν λαβὼν χρονικήν,
μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος,
ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον,
Μητρὸς ἑκὼν προσφέρεται,
ἐν ναῷ τῷ νομικῷ
καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς.
Ἀπόλυσον κράζων,
ὁ δοῦλος τῷ Δεσπότῃ·
οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου,
ὁ ἐλθὼν εἰς τὸν κόσμον,
σῶσαι γένος ἀνθρώπων,
Κύριε, δόξα σοι

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου