Παρασκευή, 5 Μαρτίου 2010

Η 2η για την παρούσα εβδομάδα, Λειτουργία των Προηγιασμένων Τιμίων Δώρων θα τελεσθεί σήμερα το πρωί στους περισσοτέρους Ι.Ν. της Ιεράς Μητροπόλεώς μας

Ὁ Θεός, ὁ μέγας καὶ αἰνετός,
ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ
εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας,
σὺ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον,
ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας,
καὶ ὀφθαλμὸς μὲν ἀπέστω παντὸς πονηροῦ βλέμματος,
ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος,
ἡ δὲ γλῶσσα καθαρευέτω ῥημάτων ἀπρεπῶν.
Ἅγνισον ἡμῶν τὰ χείλη, τὰ αἰνοῦντά σε, Κύριε,
τὰς χεῖρας ἡμῶν ποίησον, τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων,
ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα,
πάντα ἡμῶν τὰ μέλη, καὶ τὴν διάνοιαν,
τῇ σῇ κατασφαλιζόμενος χάριτι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου