Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν
ἐπὶ σοί, Θεοτόκε;
ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις
καὶ τεκεῖν ἴσχυσας;
ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν:
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφρους ἀσόφους δεικνύουσα;
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ;
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ των μύθων ποιηταί.
Χαῖρε, των Ἀθηναίων τὰς πλοκὰς διασπῶσα;
χαῖρε, των ἀλιέων τὰς σαγῆνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα;
χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς των θελόντων σωθῆναι;
χαῖρε, λιμήν του βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου