Τρίτη 2 Μαρτίου 2010

Νηστείᾳ καὶ δεήσει, ἑαυτοὺς καθαρίσωμεν, καὶ πενήτων προμηθείᾳ τὸν Θεὸν θεραπεύσωμεν, στενάξωμεν, πενθήσωμεν θερμῶς, ὡς ἔχωμεν καιρὸν ἐπιστροφῆς


Ἥμαρτον ὁμολογῶ σοι Κύριε,
ὁ ἄσωτος ἐγώ, οὐ τολμῶ ἀτενίσαι εἰς οὐρανὸν τὸ ὄμμα·
ἐκεῖθεν γὰρ ἐκπεσών, ἐγενόμην ἄθλιος.
Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,
καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου,
ἐμαυτὸν ἀποκηρύττω, οὐ χρήζῳ κατηγόρων,
οὐδὲ πάλιν μαρτύρων,
ἔχω θριαμβεύουσάν μου τὴν ἀσωτίαν,
ἔχω στηλιτεύουσαν τὴν φαύλην πολιτείαν,
ἔχω καταισχύνουσαν τὴν παροῦσάν μου γύμνωσιν,
πρὸς ἐντροπὴν δὲ τὰ ῥάκη, ἃ περιβέβλημαι.
Εὔσπλαγχνε Πάτερ,Υἱὲ μονογενές,
τὸ Πνεῦμα τὸ ἅγιον,
μετανοοῦντά με δέξαι,
καὶ ἐλέησόν με.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου