Δευτέρα 1 Μαρτίου 2010

Νήστευσον ψυχή μου, κακίας καὶ πονηρίας, κράτησον ὀργῆς, καὶ θυμοῦ καὶ πάσης ἁμαρτίας. Ἰησοῦς γὰρ τοιαύτην θέλει νηστείαν, ὁ φιλανθρωπότατος Θεὸς ἡμῶν


Νηστείας ἐναρξάμενοι,Ἑβδομάδος τῆς τρίτης,
τὴν Τριάδα τὴν σεπτήν,
εὐφημήσωμεν οἱ πιστοί,
τὸ ἑξῆς περιχαρῶς διανύοντες,

τῆς σαρκὸς δὲ τὰ πάθη ἀπομαράναντες,

ἐκ ψυχῆς ἡμῶν,
ἄνθη θεῖα δρεψώμεθα,
στεφάνους πλεξάμενοι
τῆς κυρίας τῶν ἡμερῶν,

ἵνα πάντες τὸν Χριστόν,
ὡς νικητήν,
στεφανηφοροῦντες ἀνυμνήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου