Παρασκευή 5 Μαρτίου 2010

Τὴν τρίτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, Χριστὲ Λόγε περάσαντες, τὸ ξύλον τοῦ ζωηφόρου Σταυροῦ σου, κατιδεῖν ἀξίωσον ἡμᾶς καὶ σεπτῶς προσκυνῆσαι


Λόγε ὁ ἁπλωθεὶς ἐν σταυρῷ,
ἐπισυνάγων τὰ μακρὰν διεστῶτά σου,
ὑψώσας τὸν λογισμόν μου,
ἀπὸ κοπρίας παθῶν,
ἀρεταῖς παντοίαις, καταπλούτισον,
διδοὺς τῇ καρδίᾳ μου,
τὸν ἁγνότατον φόβον σου,
καὶ τῇ ψυχῇ μου, τὴν τελείαν ἀγάπησιν,
τῆς πρὸς σάρκα με, ἀγαπήσεως τέμνουσαν,
ὅπως δι' ἐγκρατείας σοι, εὐχῆς καὶ δεήσεως,
ἐν ταῖς παρούσαις ἡμέραις,
εὐαρεστήσω καὶ βλέψω σου,
φαιδρῶς τὴν ἡμέραν,
τῆς Ἐγέρσεως λαμβάνων,
τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου