Σάββατο, 14 Νοεμβρίου 2009

Χαίροις Κωνσταντῖνε ἔνδοξε, ὁ τῆς Ὕδρας γόνος, Ῥόδου τὸ ἀγλάϊσμα, καὶ πάντων τῶν εὐσεβῶν, τὸ ἐγκαλλώπισμα·


Σήμερον τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ,
ἡ τοῦ Νεομάρτυρος Κωνσταντίνου μνήμη,
ὡς ἀστὴρ οὐρανόφωτος ἐπέλαμψε,
τὰς ψυχὰς τῶν πιστῶν καταπυρσεύουσα,
τῶν ἐν ἀγαλλιάσει βοώντων·
Χαίροις ὁ τὰς παγίδας, τοῦ ἀρχεκάκου ἐχθροῦ διαδράς,
καὶ τὴν θερμὴν τοῦ Κορυφαίου,
ἐπιδείξας μετάνοιαν·
χαίροις ὁ ἑκουσίως, τοῖς βασάνοις ἑαυτὸν δεδωκώς,
καὶ τὸν σὲ πρῴην πτερνίσαντα, καταβαλὼν τῇ ἀθλήσει σου·
χαίροις ὁ τῆς Ὕδρας τίμιος βλαστός,
τῆς Ῥόδου τὸ καύχημα καὶ μέγας πολιοῦχος.
Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν,
μή παύσῃ δεόμενος,
ὑπὲρ τῶν τελούντων τὴν μνήμην σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου