Δευτέρα 9 Νοεμβρίου 2009

Δεῦτε ἅπαντες πιστοί, τὸν νεοφανῆ φωστῆρα τῆς Ἐκκλησίας, Νεκτάριον τιμήσωμεν



Σήμερον φαιδρῶς ἐξέλαμψεν,
ὡς ἀστὴρ νεοφανής,
ἡ νέα πανήγυρις τοῦ Ἱεράρχου Νεκταρίου,
τὴν Ἐκκλησίαν καταλαμπρύνουσα.
Δεῦτε οὖν, τῶν Ὀρθοδόξων τὰ πλήθη,
ἐν φωνῇ ἀγαλλιάσεως, τούτῳ ἐκβοήσωμεν·
χαίροις ὁ τῶν πάλαι Ὁσίων, χαρακτηρίσας τὴν ζωήν,
ἐν ἡμέραις πονηραῖς,
ἐν αἷς ἡ τῶν πολλῶν ἀγάπη ἐψύγη, ὡς ἔφη ὁ Σωτήρ.
Χαίροις ὁ τῇ παιδείᾳ τὴν ἀρετὴν συνάψας,
καὶ τῷ λόγῳ τῆς σοφίας σου, τῶν πιστῶν τὰς ψυχὰς φαιδρύνας. Χαίροις Ἀρχιερέων καλλονή,
τῆς Αἰγίνης προστάτης,
καὶ τῆς οἰκείας Μονῆς, ἀντιλήπτωρ θερμότατος.
Διὸ παμμάκαρ Νεκτάριε,
τῷ τῆς θείας μεγαλωσύνης θρόνῳ παριστάμενος,
ἀπαύστως ἱκέτευε,
ὑπὲρ τῶν πίστει τελούντων,
τὴν ἀεισέβαστον μνήμην σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου