Σάββατο 14 Νοεμβρίου 2009

Τὸν Κήρυκα τῆς Πίστεως, καὶ ὑπηρέτην τοῦ Θεοῦ Λόγου, Φίλιππον τὸν Ἀπόστολον εὐφημήσωμεν


Καταλιπὼν τὰ ἐπὶ γῆς, ἠκολούθησας Χριστῷ,
καὶ σφραγισθεὶς τῷ ἐμφυσήματι τοῦ Ἁγίου Πνεύματος,
ἀπεστάλης ὑπ' αὐτοῦ,
εἰς τὰ ἔθνη τὰ ἀπολωλότα,

ἐπιστρέφειν τοὺς ἀνθρώπους,
εἰς φῶς θεογνωσίας,
Φίλιππε Ἀπόστολε,

καὶ τελέσας τὸν ἀγῶνα τοῦ θείου σου πόθου,
διὰ βασάνων πολυπλόκων,
τὴν ψυχήν σου τῷ Θεῷ παρέδωκας.
Αὐτὸν ἱκέτευε παμμακάριστε,
δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου