Ὁ Κωνσταντῖνος ὑψωθεὶς τῇ ἀγχόνῃ,
Πρὸς Παραδείσου πλατυσμὸν ἀνυψώθη.
Βρόχον Κωνσταντῖνος δεκάτῃ τέτληκε τετάρτῃ.
Οὗτος ὁ ἔνδοξος Νεομάρτυς τοῦ Χριστοῦ Κωνσταντῖνος
ὑπῆρξεν υἱὸς γονέων εὐσεβῶν,
ὧν ἡ κλῆσις Μιχαὴλ καὶ Μαρίνα, γεννηθεὶς ἐν τῇ νήσῳ Ὕδρᾳ.
Ἀπορφανισθεὶς τοῦ πατρὸς αὐτοῦ ἐν νεαρᾷ ἡλικίᾳ καὶ μὴ ἔχων πορίζεσθαι τὰ πρὸς τὸ ζῆν, μετῴκησεν εἰς Ῥόδον, ἔνθα τῇ συνεργίᾳ τοῦ πονηροῦ, δελεασθεὶς ὑπὸ τοῦ ὀθωμανοῦ διοικητοῦ αὐτῆς Χασάν Πασᾶ, ἠρνήθη τὴν Ὀρθόδοξον πίστιν καὶ ἠσπάσατο τὴν τῶν Ἀγαρηνῶν ἀπιστίαν, περιτμηθεὶς καὶ μετονομασθεὶς Χασάν.
Παρεληλυθότων ἐνιαυτῶν τινῶν ἐπανέκαμψεν εἰς Ὕδραν πρὸς συντυχίαν τῆς μητρὸς αὐτοῦ Μαρίνης, ἥτις οὐκ ἐδέξατο αὐτὸν ἐν τῇ οἰκίᾳ, ἀπαντήσασα αὐτῷ ἔσωθεν ὅτι οὐκ ἔχῃ υἱὸν ὀθωμανὸν ὀνομαζόμενον Χασάν, ἀλλὰ Χριστιανόν, φέροντα τὸ ὄνομα Κωνσταντῖνος.
Ἐπὶ τῷ ἀκούσματι τούτῳ ἀνανήψας οὗτος καὶ ἐλθὼν εἰς ἑαυτὸν, μετενόησεν εἰλικρινῶς καὶ ἀνεχώρησεν εἰς Κριμαίαν, κακεῖθεν δὲ ἀπάρας ἦλθεν ἐν τῇ Βασιλευούσῃ τῶν πόλεων καὶ συναντήσας τὸν Πατριάρχην Γρηγόριον τὸν ἐκ Δημητσάνης ἐξωμολογήσατο αὐτῷ τὰ κατ᾿ αὐτὸν ἅπαντα, ἃ ἀκούσας ὁ μακάριος ἐκεῖνος καὶ συμβουλεύσας αὐτὸν ἱκανὸν ἀπέστειλεν εἰς τό Ἅγιος Ὄρος, ἔνθα ἐλθών, παρέμεινεν ἐν τῇ σεβασμίᾳ Μονῇ τῶν Ἰβήρων ἀγωνιζόμενος τὸν καλὸν ἀγῶνα τῆς πίστεως καὶ μετανοῶν εἰλικρινῶς ἐπὶ τῇ προτέρᾳ αὐτοῦ ἀσεβεῖ διαγωγῇ.
Προετοιμασθεὶς ᾧδε καὶ προγυμνασθεὶς, ἐπανέλυσεν εἰς Ῥόδον καὶ ἐμφανισθεὶς τῷ Πασᾷ, ὡμολόγησεν εὐθαρσῶς ἑαυτὸν Χριστιανόν, κηρύξας τὸ σωτήριον τοῦ Κυρίου ὄνομα καὶ ἐλέγξας σφοδρῶς τὴν πλάνην τῆς ἀσεβείας τῶν ὀθωμανῶν.
Ἐντεῦθεν ὁ μακάριος ἐν εἱρκτῇ βληθεὶς καὶ ποικίλως βασανισθείς καὶ ἐν πᾶσιν ἄτρεπτος διαμείνας ἐδέξατο δι᾿ ἀγχόνης τὸ μακάριον τέλος τῇ 14ῃ Νοεμβρίου μηνός, τοῦ σωτηρίου ἔτους 1800ου, ἀρχιερατεύοντος ἐν Ῥόδῳ τοῦ ἀοιδίμου Μητροπολίτου Ἀγαπίου, ὅστις, ἀδείᾳ τῶν τυράννων, λαβὼν τὸ μαρτυρικὸν σῶμα τοῦ Ἁγίου ἐκήδευσεν αὐτὸ ἐντίμως εἰς τὸν πάνσεπτον Ναὸν τῶν Εἰσοδίων τῆς Ὑπεραγίας Θεοτόκου Νεοχωρίου,
ἔνθα ἐτησίως ἡ μνήμη αὐτοῦ ὑπὸ τῶν εὐσεβῶν ἐπιτελεῖται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου