Τετάρτη 11 Νοεμβρίου 2009

Ην δε ο άγιος του Χριστού μάρτυς Μηνάς, πράος τε ανήρ και πνέων ευωδίας του αγίου Πνεύματος



Τὸν ἀριστέα τοῦ Χριστοῦ,
Μηνᾶν τὸν ἀοίδιμον,
συνελθόντες οἱ πιστοί,
ἐγκωμίοις μαρτυρικοῖς, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν.
Οὗτος γὰρ τὸν πρὸς ἐχθρούς ἀοράτους πόλεμον ὑπελθών,
καὶ νομίμως ἀθλήσας,
ἀξίως τὸ τῆς νίκης βραβεῖον ἐδέξατο.
Καὶ νῦν ἐν οὐρανοῖς μετ' Ἀγγέλων,
χορεύων τὴν ἀκατάλυτον χορείαν,
αἰτεῖται τῇ οἰκουμένῃ εἰρήνην,
καὶ τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου