Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν δι' ἡμᾶς, θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας· διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοι
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ,
καὶ εὐφρανθῶμεν ἐν τῇ Ἀναστάσει αὐτοῦ
ὅτι συνήγειρε νεκρούς,
ἐκ τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν,
καὶ ἐδωρήσατο τῷ κόσμῳ ὡς Θεός,
ζωὴν αἰώνιον,
καὶ τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου