Τῷ Θεῷ προωρισμένος,
καὶ τῷ σοφῷ Παύλῳ μεμαθητευμένος,
ἐμυήθης τὰ θεῖα, καλῶς πολιτευσάμενος,
καὶ τὴν πίστιν μέχρις αἵματος,
ἀνενδοιάστως σαφῶς ἐνστερνισάμενος,
πιστὸς τὰ πρὸς τὸν Θεὸν Ἀρχιερεὺς ἀνεδείχθης,
Τιμόθεε Ἀπόστολε,
ὅθεν τοὺς εἰδωλομανοῦντας ἐλέγξας,
ῥοπάλοις καὶ λίθοις καταικιζόμενος,
ἔτυχες τοῦ μαρτυρίου τῶν στεφάνων.
Διὸ Παμμάκαρ πρέσβευε,
ὑπὲρ ἡμῶν τῶν ἐν πίστει τελούντων,
τὴν πάνσεπτον μνήμην σου.
καὶ τῷ σοφῷ Παύλῳ μεμαθητευμένος,
ἐμυήθης τὰ θεῖα, καλῶς πολιτευσάμενος,
καὶ τὴν πίστιν μέχρις αἵματος,
ἀνενδοιάστως σαφῶς ἐνστερνισάμενος,
πιστὸς τὰ πρὸς τὸν Θεὸν Ἀρχιερεὺς ἀνεδείχθης,
Τιμόθεε Ἀπόστολε,
ὅθεν τοὺς εἰδωλομανοῦντας ἐλέγξας,
ῥοπάλοις καὶ λίθοις καταικιζόμενος,
ἔτυχες τοῦ μαρτυρίου τῶν στεφάνων.
Διὸ Παμμάκαρ πρέσβευε,
ὑπὲρ ἡμῶν τῶν ἐν πίστει τελούντων,
τὴν πάνσεπτον μνήμην σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου