Κυριακή 17 Ιανουαρίου 2010

Αγίου Αντωνίου του Μεγάλου λόγοι ωφέλιμοι...


Ὁ ἅγιος ἀββᾶς Ἀντώνιος͵ καθεζόμενός ποτε ἐν τῇ ἐρήμῳ͵ ἐν ἀκηδίᾳ γέγονε καὶ πολλῇ σκοτώσει λογισμῶν· καὶ ἕλεγε πρὸς τὸν Θεόν·

Κύριε͵ θέλω σωθῆναι͵ καὶ οὐκ ἐῶσί με οἱ λογισμοί·
τί ποιή σω ἐν τῇ θλίψει μου; πῶς σωθῶ;

Καὶ μικρὸν διανα στὰς ἐπὶ τὰ ἔξω͵ θεωρεῖ τινα ὁ Ἀντώνιος ὡς ἑαυτὸν͵ καθεζόμενον καὶ ἐργαζόμενον͵ εἶτα ἀνιστάμενον ἀπὸ τοῦ ἔργου καὶ προσευχόμενον͵ καὶ πάλιν καθεζόμενον καὶ τὴν σειρὰν πλέκοντα͵ εἶτα πάλιν εἰς προσευχὴν ἀνιστάμενον· ἦν δὲ ἄγγελος Κυρίου͵ ἀποσταλεὶς πρὸς διόρθωσιν καὶ ἀσφάλειαν Ἀντωνίου.

Καὶ ἤκουσε τοῦ ἀγγέλου λέγοντος·

Οὕτως ποίει͵ καὶ σώζῃ.

Ὁ δὲ τοῦτο ἀκούσας͵ πολλὴν χαρὰν ἔσχε καὶ θάρσος͵
καὶ οὔτως ποιῶν ἐσώζετο.


........

Ὁ αὐτὸς ἀββᾶς Ἀντώνιος͵ ἀτενίσας πρὸς τὸ βάθος τῶν τοῦ Θεοῦ κριμάτων͵ ᾔτησε λέγων·

Κύριε͵ πῶς τινες ὀλιγόβιοι ἀποθνήσκουσι͵ τινὲς δὲ ὑπεργηρῶσι; καὶ διατί τινὲς μὲν πένονται͵ ἄλλοι δὲ πλουτοῦσι; καὶ πῶς ἄδικοι μὲν πλουτοῦσι͵ δίκαιοι δὲ πένονται;

῏Ηλθε δὲ αὐτῷ φωνὴ λέγουσα· Ἀντώνιε͵ σεαυτῷ πρόσεχε· ταῦτα γὰρ κρίματα Θεοῦ εἰσι͵ καὶ οὐ συμφέρει σοι αὐτὰ μαθεῖν.

........

Ἠρώτησέ τις τὸν ἀββᾶν Ἀντώνιον͵ λέγων·

Τί φυλάξας τῷ Θεῷ εὐαρεστήσω; καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· ἃ ἐντέλλομαί σοι φύλαξον· ὅπου δὲ ἂν ἀπέρχῃ͵ τὸν Θεὸν ἔχε πρὸ ὀφθαλμῶν σου πάντοτε· καὶ ὅπερ ἂν πράττεις͵ ἔχε ἐκ τῶν ἁγίων Γραφῶν τὴν μαρτυρίαν· καὶ ἐν οἵῳ δ΄ ἂν καθέζῃ τόπῳ͵ μὴ ταχέως κινοῦ.

Τὰ τρία ταῦτα φύλαξον͵ καὶ σώζῃ.

........

Ὁ αὐτὸς εἶπεν·

Οὐδεὶς ἀπείραστος δυνήσεται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἔπαρον γὰρ͵ φησὶ͵ τοὺς πειρασμοὺς͵ καὶ οὐδεὶς ὁ σωζόμενος.

........

Ἠρώτησεν ὁ ἀββᾶς Παμβὼ τὸν ἀββᾶν Ἀντώνιον·

Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων·

Μὴ ἔσο πε ποιθὼς τῇ δικαιοσύνῃ σου͵ μηδὲ μεταμελοῦ ἐπὶ πράγματι παρελθόντι͵ καὶ ἐγκρατὴς γενοῦ γλώσσης καὶ κοιλίας.

........

Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος·

Εἶδον πάσας τὰς παγίδας τοῦ ἐχθροῦ ἡπλωμένας ἐπὶ τῆς γῆς·

καὶ στενάξας εἶπον·

Τίς ἄρα παρέρχεται ταύτας;

Καὶ ἤκουσα φωνῆς λεγούσης μοι·

Ἡ ταπεινοφροσύνη.

........

Εἶπε πάλιν͵

ὅτι Εἰσί τινες κατατρίψαντες τὰ ἐαυτῶν σώματα ἐν ἀσκήσει͵ καὶ διὰ τὸ μὴ ἐσχηκέ ναι αὐτοὺς διάκρισιν͵ μακρὰν τοῦ Θεοῦ γεγόνασιν.

........

Εἶπεν πάλιν͵

ὅτι Ἐκ τοῦ πλησίον ἐστὶν ἡ ζωὴ καὶ ὁ θάνατος.

Ἐὰν γὰρ κερδήσωμεν τὸν ἀδελφὸν͵ τὸν Θεὸν κερδαίνομεν· ἐὰν δὲ σκανδαλίσωμεν τὸν ἀδελφὸν͵ εἰς Χριστὸν ἁμαρτάνομεν.

........

Εἶπε πάλιν·

Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζον τες τῇ ξηρᾷ τελευτῶσιν͵ οὕτως καὶ οἱ μοναχοὶ͵ βρα δύνοντες ἔξω τοῦ κελλίου͵ ἢ μετὰ κοσμικῶν διατρί βοντες͵ πρὸς τὸν τῆς ἡσυχίας τόνον ἐκλύονται.

Δεῖ οὖν͵ ὥσπερ τὸν ἰχθὺν εἰς τὴν θάλασσαν͵ οὕτως καὶ ἡμᾶς εἰς τὸ κελλίον ἐπείγεσθαι͵ μήποτε βραδύνοντες ἔξω ἐπιλαθώμεθα τῆς ἔνδον φυλακῆς.

........

Παρέβαλόν ποτε γέροντες τῷ ἀββᾷ Ἀντωνίῳ͵ καὶ ἦν ὁ ἀββᾶς Ἰωσὴφ μετ΄ αὐτῶν. Καὶ θέλων ὁ γέρων δοκιμάσαι αὐτοὺς͵ προεβάλετο ῥῆμα ἐκ τῆς Γρα φῆς͵ καὶ ἤρξατο ἐρωτᾷν ἀπὸ τῶν μικροτέρων͵ τί ἐστι τὸ ῥῆμα τοῦτο.

Καὶ ἕκαστος ἔλεγε κατὰ τὴν ἰδίαν δύναμιν.

Ὁ δὲ γέρων ἑκάστῳ ἔλεγεν·

Οὔπω εὗρες. ῞υστερον ὅλων λέγει τῷ ἀββᾷ Ἰωσήφ·

Σὺ πῶς λέγεις εἶναι τὸν λόγον τοῦτον;

Ἀποκρίνεται· Οὐκ οἶδα.

Λέγει οὖν ὁ ἀββᾶς Ἀντώνιος·

Πάντως ἀββᾶς Ἰωσὴφ εὗρε τὴν ὁδὸν͵ ὅτι εἶπεν͵ Οὐκ οἶδα.


Θεοφόρε Ἀντώνιε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου