Δευτέρα 18 Ιανουαρίου 2010

Συνόδου, θεολέκτου σαφῶς προηγούμενος, τὸ δυσμενὲς Νεστορίου, χριστομάχον θράσος Πάτερ καθεῖλες, ζήλου πνέων, ὑπὲρ τῆς ἀληθοῦς Θεομήτορος


Ὁ Βασιλεὺς τῶν οὐρανῶν,
διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη,
καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙
ἐκ Παρθένου γὰρ ἁγνῆς,
σάρκα προσλαβόμενος
καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως,
εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον,
ἀληθῶς κηρύττοντες,
ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν,
ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου