
Ἱεραρχῶν τοὺς ἀρχηγούς,
Πατριαρχῶν τοὺς ἀκραίμονας,
καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης,
τῶν ἐννοιῶν τοῦ Χριστοῦ τοὺς ἐκφάντορας,
συνελθόντες ὧ φιλέορτοι,
πνευματικοῖς ἐγκωμίοις αἰνέσωμεν λέγοντες·
Χαίροις σοφὲ Ἀθανάσιε,
ἐπώνυμε τῆς ἀθανασίας,
ὁ τὸν ληρώδη Ἄρειον,
καθάπερ λύκον ἐκσφενδονήσας τοῖς ποίμνης τοῦ Χριστοῦ,
τῇ ἐλαστικῇ σφενδόνῃ τῶν θεοσόφων δογμάτων σου.
Χαίροις ἀστὴρ παμφαέστατε,
ὑπέρμαχε τῆς Ἀειπαρθένου,
ὁ στεντορείως αὐτὴν Θεοτόκον,
ἐν μέσῳ τοῦ ἐν Ἐφέσῳ ἱεροῦ συλλόγου,
ἀνακηρύξας λαμπρῶς,
καὶ τῶν Νεστορίου ληρημάτων καθαιρέτα,
παμμακάριστε Κύριλλε·
Χαίρετε θεολογίας πηγαί,
θεοσοφίας ποταμοὶ ἀέναοι,
καὶ βρύσεις θείας γνώσεως.
Ἀλλ᾿ ὦ Πατέρες τρισόλβιοι,
μὴ παύσησθε πρεσβεύοντες Χριστῷ,
ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν,
τὴν πανίερον καὶ θείαν πανήγυριν.
Πατριαρχῶν τοὺς ἀκραίμονας,
καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης,
τῶν ἐννοιῶν τοῦ Χριστοῦ τοὺς ἐκφάντορας,
συνελθόντες ὧ φιλέορτοι,
πνευματικοῖς ἐγκωμίοις αἰνέσωμεν λέγοντες·
Χαίροις σοφὲ Ἀθανάσιε,
ἐπώνυμε τῆς ἀθανασίας,
ὁ τὸν ληρώδη Ἄρειον,
καθάπερ λύκον ἐκσφενδονήσας τοῖς ποίμνης τοῦ Χριστοῦ,
τῇ ἐλαστικῇ σφενδόνῃ τῶν θεοσόφων δογμάτων σου.
Χαίροις ἀστὴρ παμφαέστατε,
ὑπέρμαχε τῆς Ἀειπαρθένου,
ὁ στεντορείως αὐτὴν Θεοτόκον,
ἐν μέσῳ τοῦ ἐν Ἐφέσῳ ἱεροῦ συλλόγου,
ἀνακηρύξας λαμπρῶς,
καὶ τῶν Νεστορίου ληρημάτων καθαιρέτα,
παμμακάριστε Κύριλλε·
Χαίρετε θεολογίας πηγαί,
θεοσοφίας ποταμοὶ ἀέναοι,
καὶ βρύσεις θείας γνώσεως.
Ἀλλ᾿ ὦ Πατέρες τρισόλβιοι,
μὴ παύσησθε πρεσβεύοντες Χριστῷ,
ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν,
τὴν πανίερον καὶ θείαν πανήγυριν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου