Παρασκευή 22 Ιανουαρίου 2010

Τὸν γενναῖον Ἀθλητὴν Ἀναστάσιον, τὸν ὑπὲρ τῆς εὐσεβείας, καλῶς ἀγωνισάμενον, δεῦτε λαοὶ ὑμνήσωμεν

Φορητή εικόνα Ιερού Ναού Αγίου Αναστασίου
στις Βρύσες Κυπαρισσίας.
Δέηση Αναστάσιου Κ. Κωστόπουλου.
Έργον Αγιογραφείου Ι. Μονής Αγίου Νικολάου Μπάλα Πατρών.



Ὅσιε Πάτερ,
νικητὴς Μήδων καὶ Χαλδαίων γέγονας τῶν νοητῶν,
πᾶσαν Βαβυλῶνος πλάνην καθελών,
τῇ δυνάμει τοῦ Σταυροῦ,
οὐ τῷ λείῳ τῶν ἡδονῶν ἐθέλχθης,
οὐ τὸ πῦρ τῶν πειρασμῶν ἐδειλίασας·
διὸ Χριστὸς ὁ Θεὸς ἡμῶν,
βραβείοις σε νικητικοῖς ἐστεφάνωσε,
καὶ νῦν σὺν Ἀγγέλοις παριστάμενος,
πρὸς Κύριον ἱκέτευε,
αἰτούμενος εἰρήνην τῷ κόσμῳ ,
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου