Πέμπτη 21 Ιανουαρίου 2010

Μέγιστος ὁ Μάξιμος, τῆς εὐσεβοῦς Χριστοῦ Πίστεως, παναληθῶς, κήρυξ τε καὶ μάρτυς, ἀνεδείχθη δι’ αἵματος


Κοντάκιον Ἦχος πλ. δ'

Τῇ ὑπερμάχῳ

Τὸν τῆς Τριάδος ἐραστὴν καὶ Μέγαν Μάξιμον, τὸν ἐκδιδάξαντα τρανῶς πίστιν τὴν ἔνθεον, τοῦ δοξάζειν τὸν Χριστόν, φύσεσιν ἐν δύω, ἐνεργείαις τε διτταῖς ὡς καὶ θελήσεσιν, ἐπαξίως οἱ πιστοὶ ἀνευφημήσωμεν, ἀνακράζοντες·

Χαῖρε κήρυξ τῆς Πίστεως.

Ὁ Οἶκος

Ἀνοιξόν μου τὰ χείλη, ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ δὸς μοι θείαν χάριν ἑλκύσαι, τοῦ ἀξίως ὑμνῆσαι Χριστέ, τὸν κηρύξαντά σε ἐν δυσὶ φύσεσιν, ἐξόχως ὑπὲρ ἅπαντας· πρὸς ὃν καὶ ἐκφωνῶ τοιαῦτα,

Χαῖρε, φωστὴρ καταυγάζων κόσμον,

χαῖρε, λιμὴν τῶν ἐν ζάλῃ βίου.

Χαῖρε, Μοναζόντων λαμπτὴρ διαυγέστατος,

χαῖρε, τῶν Μαρτύρων τὸ κλέος καὶ στήριγμα.

Χαῖρε, ὄντως ἐγκαλλώπισμα Ἐκκλησίας καὶ στολή,

χαῖρε, ἔρεισμα τῆς Πίστεως, καὶ ἀσάλευτος κρηπίς.

Χαῖρε, ὅτι καθεῖλες τῶν αἱρέσεων θράσος,

χαῖρε, ὅτι προθύμως πρὸς Χριστὸν μέλη τέμνῃ.

Χαῖρε, χαρὰ τῶν πίστει τιμώντων σε,

χαῖρε, χαρᾶς πληρῶν τοὺς ποθοῦντάς σε.

Χαῖρε, πολλοὺς τοῦ Βελίαρ λυτρώσας,

χαῖρε, Πιστοὺς τῷ Θεῷ προσενέγκας.

Χαῖρε, Κρυξ τῆς Πίστεως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου