Πέμπτη, 21 Ιανουαρίου 2010

Αγίου Μαξίμου του ομολογητού λόγοι αγαθοί...


Ὁ πιστεύων τῷ Κυρίῳ, φοβεῖται τήν κόλασιν·
ὁ δέ φοβούμενος τήν κόλασιν, ἐγκρατεύεται ἀπό τῶν παθῶν·

ὁ δέ ἐγκρατευόμενος ἀπό τῶν παθῶν, ὑπομένει τά θλιβερά·
ὁ δέ ὑπομένων τά θλιβερά, ἕξει εἰς Θεόν ἐλπίδα·

ἡ δέ εἰς Θεόν ἐλπίς, χωρίζει πάσης γηΐνης προσπαθείας τόν νοῦν·
ταύτης δέ ὁ νοῦς χωρισθείς, ἕξει τήν εἰς Θεόν ἀγάπην.

Οὐ μόνον διά μεταδόσεως χρημάτων ἡ διάθεσις τῆς ἀγάπης γνωρίζεται, ἀλλά πολλῷ μᾶλλον διά μεταδόσεως λόγου Θεοῦ καί σωματικῆς διακονίας.



Αγίου Μαξίμου του Ομολογητού
:
Πρώτη ἑκατοντάς τῶν περί ἀγάπης κεφαλαίων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου