Εὐφράνθητι Ἱερουσαλήμ,
καὶ πανηγυρίσατε πάντες, οἱ ἀγαπῶντες Σιών.
Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός,
τῆς καταδίκης τοῦ, Ἀδάμ,
ὁ Παράδεισος ἡμῖν ἠνεῴχθη, ὁ ὄφις κατηργήθη·
ἣν γὰρ ἠπάτησε πρώην, νῦν ἐθεάσατο,
τοῦ Δημιουργοῦ γενομένην Μητέρα.
Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ,
ἡ προξενήσασα τὸν θάνατον πάσῃ σαρκί,
τῆς ἁμαρτίας τὸ ὄργανον,
σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ παντί, διὰ τῆς Θεοτόκου·
βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς, ὁ παντέλειος Θεός,
καὶ διὰ τοῦ τόκου, Παρθενίαν σφραγίζει,
σειρὰς ἁμαρτημάτων, λύων διὰ σπαργάνων·
καὶ διὰ νηπιότητος, τῆς Εὔας θεραπεύει, τὰς ἐν λύπαις ὠδῖνας. Χορευέτω τοίνυν πᾶσα ἡ κτίσις καὶ σκιρτάτω·
ἀνακαλέσαι γὰρ αὐτήν,
παραγέγονε Χριστός,
καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου