Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας,
τῶν Ἰουδαίων τὸ κράτος κατήργηται.
Σκιρτάτω τὰ Νήπια, ὑπὲρ Χριστοῦ σφαττόμενα,
Ἰουδαία ὀδυρέσθω·
φωνὴ γάρ ἠκούσθη ἐν Ῥαμᾷ, Ῥαχὴλ κλαίουσα, τὰ τέκνα αὐτῆς.
Βρέφη γὰρ Ἡρῴδης ἀνελὼν ὁ παράνομος,
ἀπεπλήρου τὴν Γραφήν,
τὴν Ἰουδαίαν ἐμπιπλῶν ἀθώου αἵματος·
καὶ ἡ γῆ μὲν ἠρυθραίνετο τοῖς τῶν Νηπίων αἵμασιν·
ἡ ἐξ Ἐθνῶν δὲ ἐκκλησία,
μυστικῶς ἁγνίζεται, καὶ στολὴν ἐνδύεται.
Ἦλθεν ἡ ἀλήθεια,
ὁ Θεὸς ἐπέφανε, τοῖς ἐν σκιᾷ καθημένοις,
ἐκ Παρθένου γεννηθείς,
εἰς τὸ σῶσαι ἡμᾶς.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου