Μυστήριον ξένον βλέπω,
ἀντὶ ἡλίου τὸν ἥλιον τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσαντα ἐν τῇ Παρθένῳ.
Καὶ μὴ ζήτει πῶς·
ὅπου γὰρ Θεὸς βούλεται, νικᾶται φύσεως τάξις.
Ἠβουλήθη γὰρ, ἠδυνήθη, κατῆλθεν, ἔσωσε.
Συνδράμετε πάντα·
Θεὸς σήμερον ὁ ὢν καὶ προὼν γίνεται ὅπερ οὐκ ἦν·
ὢν γὰρ Θεὸς, γίνεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι Θεός.
Οὔτε γὰρ κατ' ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος,
οὔτε πάλιν ἐξ ἀνθρώπων κατὰ προκοπὴν γέγονε Θεός·
ἀλλὰ Λόγος ὢν, διὰ τοῦτο ἀπαθὴς γέγονεν ἄνθρωπος,
ἀμεταβλήτου μενούσης τῆς φύσεως.
Καὶ ξένην καὶ ἀτριβῆ βαδίσας ὁδὸν,
ἐξ ἀγεωργήτου προῆλθε γαστρὸς,
οὔτε τοὺς ἀγγέλους αὐτοῦ ἐρήμους τῆς ἐπιστασίας κατέλιπεν,
οὔτε τῇ πρὸς ἡμᾶς ἐνανθρωπήσει, τῆς οἰκείας θεότητος ἐκστάς.
Ἀλλὰ βασιλεῖς μὲν τὸν ἐπουράνιον βασιλέα ἦλθον προσκυνῆσαι,
τὸν γεννηθέντα ἀῤῥήτως ἐκ Πατρὸς,
σήμερον δὲ ἐκ τῆς Παρθένου τικτόμενον δι' ἐμέ·
ἀλλὰ τότε μὲν γεννηθεὶς κατὰ τὴν φύσιν,
σήμερον δὲ διὰ τὴν ἑαυτοῦ φύσιν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου