Παρασκευή, 1 Ιανουαρίου 2010

Ἐν ἔργοις πνευματικοῖς, θεοτερπέσι κομῶντας, τὸ ἔτος τοῦτο, διαγαγεῖν καταξίωσον Κύριε


Ἡ βασιλεία σου Χριστὲ ὁ Θεός,
βασιλεία πάντων τῶν αἰώνων,
καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·
πάντα γὰρ ἐν σοφίᾳ ἐποίησας,
καιροὺς ἡμῖν καὶ χρόνους προθέμενος·
διὸ εὐχαριστοῦντες κατὰ πάντα καὶ διὰ πάντα βοῶμεν.
Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου,
καὶ καταξίωσον ἡμᾶς ἀκατακρίτως βοᾶν σοι,
Κύριε δόξα σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου