Πέμπτη 31 Δεκεμβρίου 2009

Δεῦτε οὖν, ἑορτάσωμεν, δεῦτε πανηγυρίσωμεν. Ξένος γὰρ ὁ τῆς ἑορτῆς τρόπος, ἐπειδὴ καὶ παράδοξος ὁ τῆς γεννήσεως λόγος


Πάντων οὖν σκιρτώντων, σκιρτῆσαι θέλω κἀγὼ,
χορεῦσαι βούλομαι, πανηγυρίσαι θέλω·

χορεύω δὲ, οὐ κιθάραν πλήττων, οὐ θυρσὸν κινῶν,

οὐκ αὐλοὺς ἔχων, οὐ δᾷδας ἅπτων,

ἀλλ' ἀντὶ μουσικῶν ὀργάνων τὰ τοῦ Χριστοῦ σπάργανα φέρων.

Αὐτὰ γάρ μοι ἐλπὶς, αὐτά μοι ζωὴ, αὐτά μοι σωτηρία,
αὐτά μοι αὐλὸς,
αὐτά μοι κιθάρα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου