Τρίτη 30 Μαρτίου 2010

Δεῦτε πιστοί, ἐπεργασώμεθα προθύμως τῷ Δεσπότῃ· νέμει γὰρ τοῖς δούλοις τὸν πλοῦτον, καὶ ἀναλόγως ἕκαστος, πολυπλασιάσωμεν, τὸ τῆς χάριτος τάλαντον


Ἰδού σοι τὸ τάλαντον,
ὁ Δεσπότης ἐμπιστεύει ψυχή μου,
φόβῳ δέξαι τὸ χάρισμα,
δάνεισαι τῷ δεδωκότι,
διάδος πτωχοῖς, καὶ κτῆσαι φίλον τὸν Κύριον,
ἵνα στῇς ἐκ δεξιῶν αὐτοῦ,
ὅταν ἔλθῃ ἐν δόξῃ,
καὶ ἀκούσῃς μακαρίας φωνῆς.
Εἴσελθε δοῦλε,
εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.
Αὐτῆς ἀξίωσόν με,
Σωτὴρ τὸν πλανηθέντα,
διὰ τὸ μέγα σου ἔλεος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου