Κυριακή, 28 Μαρτίου 2010

Άγιος Ιωάννης ο Χρυσόστομος:"Δεύτε, αγαπητοί, ευλογήσωμεν τον ευλογημένον, ίνα ευλογηθώμεν υπ' αυτού..."


Πάντες φαιδρώς συνδράμωμεν,
πάντες προθύμως υποδεξώμεθα,και υπερκοσμίως εορτάσωμεν.

Αντί ιματίων τας καρδίας ημών εκχέωμεν ενώπιον αυτού,
και εν ψαλμοίς και ύμνοις και ευχαριστίαις ανατείνωμεν αυτώ,
και το,
Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου,
ακαταπαύστως βοήσωμεν.

Οι γαρ ευλογούντες αυτόν, ηυλόγηνται·
και οι καταρώμενοι αυτόν, κατήρανται.

Πάλιν ερώ, και προτρεπόμενος επί το αγαθόν ου παύσομαι·
Δεύτε, αγαπητοί, ευλογήσωμεν τον ευλογημένον, ίνα ευλογηθώμεν υπ' αυτού.

Πάσαν ηλικίαν και αξίαν επί το αυτό συνεκάλεσεν
ο λόγος προς την του Κυρίου αίνεσιν.

Βασιλείς της γης και πάντας τους λαούς,
άρχοντας και πάντας κριτάς γής, νεανίσκους και παρθένους.

Και το καινοπρεπές του θαύματος, ότι τη νέα και απειροκάκω
των νηπίων παίδων και θηλαζόντων ηλικία τα πρεσβεία συνεχώρησε
του εξάρξαι τω Κυρίω εν εξομολογήσει το θεοδίδακτον άσμα,
καθάπερ πάλαι Μωϋσής τω εξ Αιγύπτου λαώ, το,
Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Σήμερον χαρά χαίρει ο μακάριος Δαυΐδ,
σεσυλημένος την κιθάραν υπό νηπίων, οίς και συγχορεύων τω πνεύματι
και συνευωχούμενος, καθάπερ το πριν προ προσώπου της κιβωτού του Θεού, συμμουσουργεί και συμψελλίζει ηδέως, το,

Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Προς ον ερούμεν·
Λέγε ημίν, ω προφήτα, τις ούτος ο ερχόμενος εν ονόματι Κυρίου;

Ουκ εμόν, φησί, το διδασκαλείον σήμερον· νηπίοις γαρ αφιέρωται παρά του καταρτίσαντος εκ στόματος νηπίων και θηλαζόντων αίνον
του καταλύσαι εχθρόν και εκδικητήν·

Ὀπως και διά του θαύματος τούτου επιστραφώσι καρδίαι πατέρων επί τέκνα,
και απειθών εν φρονήσει δικαίων.

Λέγετε, ω παίδες, πόθεν υμίν η καλή αύτη και επίχαρις άμιλλα και ωδή;
τις ο διδάξας; τις ο σοφίσας; τις ο συναθροίσας;
που αι δέλτοι; τίνες οι παιδαγωγοί;

Συγκοινωνήσατε ημίν, φησί, της ευωχίας και μελωδίας,
και μαθήσεσθε τα Μωϋσή και τοις λοιποίς προφήταις εν επιθυμίαις.

Επεί ουν προετράπημεν, και δεξιάς ημίν έδωκαν οι παίδες κοινωνίας,
δεύρο, αγαπητοί, και ημείς ζηλώσωμεν την θεοπρεπή χορείαν,
και μετά των αποστόλων οδοιποιήσωμεν
τω επιβεβηκότι επί τον ουρανόν του ουρανού κατά ανατολάς,
και εφ' υποζύγιον, ως ευδόκησεν, εποχουμένω επί της γής.

Μετά νηπίων τα κλάδη άρωμεν, και τοις κλάδοις κροτήσωμεν,
όπως επιπνεύση και ημίν το Πνεύμα το άγιον,
και την θεοδίδακτον αναπέμψωμεν ευτάκτως ωδήν,
Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου· ωσάννα εν τοις υψίστοις.

Σήμερον ο πατριάρχης εν πνεύματι εορτάζει Ιακώβ,
ορών την προφητείαν αυτού εις έργον αχθείσαν,
και τον δεσμεύοντα προς άμπελον τον πώλον αυτού,
επιβεβηκότα επί πώλον νέον· και μετά των πιστών προσκυνεί τω πνεύματι.

Σήμερον πώλος ετοιμάζεται το των αλογίστων εθνών
το πριν άλογον εξεμπλάριον
εις ένδειξιν υποταγής του εξ εθνών νέου λαού·

και νήπια καταμηνύουσι την τούτων προς θεογνωσίαν νηπιότητα.

Σήμερον ο βασιλεύς της δόξης επί γης προφητικώς δοξάζεται,
και κοινωνούς της επουρα νίου ευωχίας τους γηγενείς αναδείκνυσιν·

ίνα δείξη ότι αυτός εστι Κύριος αμφοτέρων, ως εκατέρωθεν συμφώνως συν Πατρί και Πνεύματι ανυμνούμενος.

Διά τούτο οι μεν άνω την επί της γης σωτηρίαν καταμηνύοντες έψαλλον,
Άγιος, άγιος, άγιος, Κύριος σαβαώθ· πλήρης πάσα η γη της δόξης αυτού·
οι δε κάτω τη επουρανίω ευφροσύνη συμπανηγυρίζοντες εκραύγαζον,
Ωσάννα εν τοις υψίστοις, ωσάννα τω υιώ Δαυΐδ.

Και οι μεν εδοξολόγουν,
Ευλογημένη η δόξα Κυρίου εκ του τόπου αυτού· οι δε εθεολόγουν,
Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Τούτων δε ούτω τελουμένων, και των μαθητών χορευόντων περί πασών ων είδον δυνάμεων, και λεγόντων,

Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου·
εν υψίστοις δόξα, και επί γης ειρήνη· η πόλις εσείετο λέγουσα·

Τις εστιν ούτος;
πεπωρωμένον φθόνον κατά της του Δεσπότου δόξης κινούσα.

Πόλιν δε ακούων, την παλαιάν της συναγωγής άτακτον πληθύν επιγίνωσκε.

Διερωτώσιν οι αγνώμονες,

Τις εστιν ούτος; ως μήπω εωρακότες τον ευεργέτην
και περιβόητον τοις θεοπρεπέσι θαύμασιν.

Ου γαρ κατέλαβεν η σκιά το εν αυτη επιλάμψαν άδυτον φώς.

Ὀθεν ευθυβόλως προανακέκραγε προς αυτούς Ησαΐας λέγων·
Οι κωφοί, ακούσατε, και οι τυφλοί, αναβλέψατε ιδείν.

Και τις τυφλός, αλλ' ή οι παίδές μου; και κωφοί, αλλ' ή οι κυριεύοντες αυτών;
Και ετυφλώθησαν οι δούλοι του Θεού.

Είδετε πολλάκις, και ουκ εφυλάξασθε· ηνεωγμένα τα ώτα, και ουκ ηκούσατε.

Οράτε, αγαπητοί, ακρίβειαν λόγων;
όπως το προθεωρητικόν θείον Πνεύμα διά των αγίων αυτού,
ως παρόντα, τα μέλλοντα προεκήρυττεν;

Είδον γαρ οι αχάριστοι, και εψηλάφησαν διά των θαυμάτων τον θαυματουργόν Θεόν, και τη απιστία ενέμειναν·

είδον τον τυφλόν εκ γενετής τον φωταγωγήσαντα Κύριον κηρύττοντα·

είδον σύγχρονον και σύζυγον τη ασθενεία παράλυτον
προστάγματι διαζευχθέντα της κακουχίας·

εθεάσαντο Λάζαρον φυγάδα θανάτου γεγονότα·

ήκουσαν τον εν θαλάσση περίπατον, την αγεώργητον οινοδοσίαν, την άμοχθον αρτοτροφίαν, την των δαιμόνων απελασίαν, την των καμνόντων ευρωστίαν·

Αι πλατείαι αυτών τας δυνάμεις εκήρυττον,
αι οδοί αυτών τας ιάσεις τοις οδοιπόροις κατήγγειλον·
πάσα η Ιουδαία επληρώθη των ευεργεσιών,
και νυν πυνθάνονται,Τις εστιν ούτος;

Ω της ανοίας των ψευδωνύμων διδασκάλων! ω των απειθών πατέρων!
ω των αφρόνων πρεσβυτέρων!
ω σπέρμα Χαναάν του αναιδούς, και ουκ Ιούδα του ευλαβούς!

Τα τέκνα επέγνωσαν τον κτίστην, και οι απειθείς πατέρες έλεγον,
Τις εστιν ούτος;

Η νέα ηλικία τον Θεόν ανύμνησε,
και οι πεπαλαιωμένοι ημερών κακών επυνθάνοντο, Τις εστιν ούτος;

Οι θηλάζοντες θεολογούσι, και οι πρεσβύτεροι βλασφημούσι,

παίδες ευσεβώς ιερουργούσιν αίνον,
και ανίεροι ιερείς δυσσεβώς αγανακτούσιν;

Οι απειθείς εν φρονήσει δικαίων,
επιστρέψατε τας καρδίας υμών επί τα τέκνα υμών, μάθετε Θεού μυστήρια.

Αυτό το τελούμενον μαρτυρεί, ότι Θεός εστιν
ο ούτως ανυμνούμενος υπό αδιδάκτων γλωσσών.

Ερευνάτε τας Γραφάς, καθώς ηκούσατε παρά του Δεσπότου,
ότι αύταί εισιν αι μαρτυρούσαι περί αυτού, και ουκ αγνοείτε το θαύμα.

Ακούσατε, οι αχάριστοι, τι ευαγγελίζεται υμίν ο προφήτης Ζαχαρίας.

Φησί γάρ·
Χαίρε σφόδρα, θύγατερ Σιών· ιδού ο βασιλεύς σου έρχεταί σοι δίκαιος
και επιβεβηκώς επί πώλον όνου.

Διά τι την χαράν αποσείεσθε;
διά τι ηλίου λάμποντος, το σκότος αγαπάτε;
διά τι προς την απολέμητον ειρήνην μελετάτε πόλεμον;

Ει τοίνυν υιοί Σιών εστε, συγχορεύσατε τοις τέκνοις υμών·
χαράς αφορμή έστω υμίν η των τέκνων θεοσέβεια.

Μάθετε παρ' αυτών, τις ο διδάξας, τις ο συναθροίσας,
πόθεν τα διδάγματα, τις η καινή θεολογία, και παλαιά προφητεία.

Ει δε ανθρώπων μεν ουδείς ουδέν τούτων εδίδαξεν,
αυτόματον δε τον αίνον αναμέλπουσι,
γνώτε Θεού είναι το έργον, ως εν τω νόμω γέγραπται·
Εκ στόματος νηπίων και θηλαζόντων κατηρτίσω αίνον.

Διπλασιάσατε ουν την χαράν, ότι τοιούτων γεγόνατε πατέρες,
οίτινες και τα τοις πρεσβυτέροις αγνοηθέντα θεοδιδάκτως ανευφήμησαν.

Επιστρέψατε ουν τας καρδίας υμών επί τα τέκνα υμών,
και μη μύσητε τους οφθαλμούς υμών προς την αλήθειαν.

Ει δε αυτοί εστε, και ακούοντες ουκ ακούετε, και βλέποντες ου βλέπετε,
και μάτην διαφέρεσθε προς τα νήπια,
αυτοί υμών κριταί έσονται κατά τον του Σωτήρος λόγον.

Αγίου Ιωάννου Χρυσοστόμου
"Είς τα Βάια"


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου