Σήμερον, ἀγαπητοὶ,
ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρεδόθη·
τῇ γὰρ ἐπιούσῃ ἑσπέρᾳ ταύτῃ,
λαβόντες αὐτὸν, ἀπῆλθον οἱ Ἰουδαῖοι.
Ἀλλὰ μὴ γένῃ κατηφὴς, ἀκούσας ὅτι Ἰησοῦς παρεδόθη·
δὲ γενοῦ κατηφὴς, καὶ κλαῦσον πικρῶς,
μὴ ὑπὲρ τοῦ παραδοθέντος Ἰησοῦ, ἀλλ' ὑπὲρ τοῦ προδότου Ἰούδα.
Ὁ μὲν γὰρ παραδοθεὶς τὴν οἰκουμένην ἔσωσεν,
ὁ δὲ προδοὺς τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε·
ὁ μὲν προδοθεὶς ἐν δεξιᾷ κάθηται τοῦ Πατρὸς ἐν τοῖς οὐρανοῖς,
ὁ δὲ παραδοὺς ἐν ᾅδου νῦν ἐστι,
τὴν ἀπαραίτητον ἀναμένων κόλασιν.
∆ιὰ τοῦτον οὖν κλαῦσον καὶ στέναξον,
διὰ τοῦτον πένθησον,
ἐπειδὴ καὶ ὁ ∆εσπότης ἡμῶν διὰ τοῦτον ἐδάκρυσεν.
Ἰδὼν γὰρ αὐτὸν,φησὶν,ἐταράχθη καὶ εἶπεν·
Εἷς ἐξ ὑμῶν παραδώσει με.
Ὢ πόση εὐσπλαγχνία τοῦ ∆εσπότου!
Ο προδοθεὶς ὑπὲρ τοῦ προδόντος ἀλγεῖ.
Ἰδὼν γὰρ αὐτὸν, ἐταράχθη, φησὶ, καὶ εἶπεν·
Εἷς ἐξ ὑμῶν παραδώσει με.
Τίνος ἕνεκεν ἠθύμησεν;
Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος,
καὶ διδάσκων ἡμᾶς,
ὅτι οὐ τὸν πάσχοντα κακῶς,
ἀλλὰ τὸν ποιοῦντα κακῶς,
τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον.
Τοῦτο γὰρ ἐκείνου χεῖρον,
μᾶλλον δὲ ἐκεῖνο μὲν οὐ κακὸν,
τὸ κακῶς παθεῖν,
κακὸν δὲ τὸ ποιῆσαι κακῶς.

Αγίου Ιωάννου Χρυσοστόμου
"Είς την προδοσίαν του Ιούδα"
"Είς την προδοσίαν του Ιούδα"
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου