Τρίτη 30 Μαρτίου 2010

Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα καὶ σῶσόν με


Ὁ τῇ ψυχῆς ῥαθυμίᾳ νυστάξας,
οὐ κέκτημαι Νυμφίε Χριστέ,
καιομένην λαμπάδα τὴν ἐξ ἀρετῶν,
καὶ νεάνισιν ὡμοιώθην μωραῖς,
ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος,
τὰ σπλάγχνα τῶν οἰκτιρμῶν σου,
μὴ κλείσῃς μοι Δέσποτα,
ἀλλ' ἐκτινάξας μου τὸν ζοφερὸν ὕπνον ἐξανάστησον,
καὶ ταῖς φρονίμοις συνεισάγαγε Παρθένοις,
εἰς νυμφῶνα τὸν σόν,
ὅπου ἦχος καθαρὸς ἑορταζόντων,
καὶ βοώντων ἀπαύστως·
Κύριε δόξα σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου