Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθέvον·
Μαρία, τὶ τὸ δρᾶμα τοῦτο,
ὃ ἐν σοὶ τεθέαμαι;
ἀπορῶ καὶ ἐξίσταμαι,
καὶ τὸν νοῦν καταπλήττομαι!
Λάθρα τοίνυν ἀπ' ἐμοῦ, γενοῦ ἐν τάχει.
Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι;
ἀντὶ τιμῆς αἰσχύνηv, ἀντ' εὐφροσύνης, τὴν λύπην,
ἀντὶ τοῦ ἐπαινεῖσθαι, τὸν ψόγον μοι προσήγαγες.
Οὐκ ἔτι φέρω λοιπόν, τὸ ὄνειδος ἀνθρώπων·
ὑπὸ γὰρ Ἱερέων ἐκ τοῦ ναοῦ,
ὡς ἄμεμπτον Κυρίου σὲ παρέλαβον·
καὶ τὶ τὸ ὁρώμενον;
Μαρία, τὶ τὸ δρᾶμα τοῦτο,
ὃ ἐν σοὶ τεθέαμαι;
ἀπορῶ καὶ ἐξίσταμαι,
καὶ τὸν νοῦν καταπλήττομαι!
Λάθρα τοίνυν ἀπ' ἐμοῦ, γενοῦ ἐν τάχει.
Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι;
ἀντὶ τιμῆς αἰσχύνηv, ἀντ' εὐφροσύνης, τὴν λύπην,
ἀντὶ τοῦ ἐπαινεῖσθαι, τὸν ψόγον μοι προσήγαγες.
Οὐκ ἔτι φέρω λοιπόν, τὸ ὄνειδος ἀνθρώπων·
ὑπὸ γὰρ Ἱερέων ἐκ τοῦ ναοῦ,
ὡς ἄμεμπτον Κυρίου σὲ παρέλαβον·
καὶ τὶ τὸ ὁρώμενον;
Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην·
Ἰωσήφ, εἰπὲ ἡμῖν,
πῶς ἐκ τὼν ἁγίων ἣν παρέλαβες Κόρην,
ἔγκυον φέρεις ἐν Βηθλεέμ;
Ἐγὼ φησι, τοὺς Προφήτας ἐρευνήσας,
καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου,
πέπεισμαι, ὅτι Θεὸν γεννήσει ἡ Μαρία ἀνερμηνεύτως·
οὗ εἰς προσκύνησιν,
Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι,
σὺν δώροις τιμίοις λατρεύοντες.
Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Κύριε, δόξα σοι.
Δόξα...
Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν,
θαῦμα πᾶσαν ἔννοιαν, ἐκπλῆττον καὶ συνέχον
καὶ εὐσεβῶς προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν.
Σήμερον πρὸς Βηθλεέμ,
ἐγκυμονοῦσα Κόρη παραγίνεται,
τοῦ γεννῆσαι τὸν Κύριον·
χοροὶ δέ, Ἀγγέλων προτρέχουσι.
Καὶ ταῦτα βλέπων ἐβόα, Ἰωσὴφ ὁ Μνήστωρ·
Τὶ τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε;
καὶ πῶς μέλλεις λοχεῦσαι,
ἡ ἀπειρόζυγος Δάμαλις;
Καὶ νῦν...
Σήμερον γεννᾶται ἐκ Παρθένου,
ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν
ὁ τῇ οὐσίᾳ ἀναφής.
Θεὸς ἐν φάτνῃ ἀνακλίνεται,
ὁ στερεώσας τοὺς οὐρανούς πάλαι κατ' ἀρχάς.
Ἐκ μαζῶν γάλα τρέφεται,
ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ.
Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ
Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.
Ας προστρέξουμε με πίστη σ’ Εκείνον που ενανθρώπησε για να θεωθούμε, που έλαβε μορφή δούλου για να μας οδηγήσει στην αληθινή ελευθερία, που γεννήθηκε σε στενόχωρο και πτωχό σπήλαιο για να μας ανυψώσει στην ευρυχωρία και στον πλούτο της Θείας αγάπης.
ΑπάντησηΔιαγραφήΘερμές εγκάρδιες ευχές για πανευφρόσυνα Χριστούγεννα.