Κυριακή 20 Δεκεμβρίου 2009

Τὰ τῶν Πατέρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Χριστὸν τὸν Λυτρωτήν, τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς Ἔθνεσι


-"O Θεός των Πατέρων, επίλαμψόν μοι τω πολυπταίστω"-


Tη Kυριακή προ της Xριστού Γεννήσεως
μνήμην άγειν ετάχθημεν παρά των Aγίων και θεοφόρων Πατέρων ημών,
πάντων των απ’ αιώνος Θεώ ευαρεστησάντων,
από Aδάμ άχρι και Iωσήφ του μνήστορος της Yπεραγίας Θεοτόκου,
κατά γενεαλογίαν.
Kαθώς ο Eυαγγελιστής Mατθαίος ιστορικώς ηριθμήσατο.
Oμοίως και των Προφητών και Προφητίδων


Κοντάκιον, Προεόρτιον

Ἦχος α' Χορὸς Ἀγγελικὸς

Εὐφραίνου Βηθλεέμ, Εὐφραθᾶ ἑτοιμάζου·

ἰδοὺ γὰρ ἡ Ἀμνάς,

τὸν Ποιμένα τὸν μέγαν,

ἐν μήτρᾳ βαστάζουσα,

τοῦ τεκεῖν κατεπείγεται,

ὅνπερ βλέποντες, οἱ θεοφόροι Πατέρες,

ἐπαγάλλονται, μετὰ Ποιμένων ὑμνοῦντες,

Παρθένον θηλάζουσαν.

Ὁ Οἶκος

Τῆς σῆς Παρθένε κυήσεως τὴν λαμπρότητα,

καθορῶντες ἐκλάμπουσαν,

Ἀβραὰμ ὁ φιλόθεος,

καὶ Ἰσαὰκ ὁ ἀοίδιμος,

καὶ Ἰακώβ,

καὶ πᾶς ὁ θεοσύλλεκτος χορὸς τῶν ἁγίων ἀγάλλεται,

καὶ τὴν κτίσιν προσήγαγον, πρὸς σὴν ὑπάντησιν, ἐν χαρμοσύναις λέξεσι.

Χαρᾶς γὰρ πρόξενος πᾶσιν ὤφθης,

ἐν μήτρᾳ συλλαβοῦσα,

τὸν ποτὲ ἐν Βαβυλῶνι ὁραθέντα,

καὶ τοὺς Παῖδας, τοὺς ἐν τῇ καμίνῳ ἀδίκως βληθέντας,

ἀφλέκτους συντηρήσαντα ὑπὲρ πᾶσαν ἔννοιαν.

Διὸ καὶ ἀναμέλπουσι τὸν ὁρώμενον ἐν χερσὶ νεάνιδος,

ὑμνοῦντες Παρθένον θηλάζουσαν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου