Ὁ οὐρανὸς καὶ ἡ γῆ,
σήμερον προφητικῶς ἐφραινέσθωσαν.
Ἄγγελοι καὶ ἄνθρωποι,
πνευματικῶς πανηγυρίσωμεν,
ὅτι Θεὸς ἐν σαρκὶ ἐπέφανε,
τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις,
γεννηθεὶς ἐκ γυναικός.
Σπήλαιον καὶ φάτνη ὑπεδέξαντο αὐτόν.
Ποιμένες τὸ θαῦμα ἀνακηρύττουσι.
Μάγοι ἐξ Ἀνατολῶν, ἐν Βηθλεὲμ δῶρα προσάγουσιν·
ἡμεῖς δὲ τὸν αἶνον ἀναξίοις χείλεσιν,
ἀγγελικῶς αὐτῷ προσάξωμεν.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη·
ἦλθε γὰρ ἡ προσδοκία τῶν ἐθνῶν·
ἦλθεν, ἔσωσεν ἡμᾶς,
ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ.
σήμερον προφητικῶς ἐφραινέσθωσαν.
Ἄγγελοι καὶ ἄνθρωποι,
πνευματικῶς πανηγυρίσωμεν,
ὅτι Θεὸς ἐν σαρκὶ ἐπέφανε,
τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις,
γεννηθεὶς ἐκ γυναικός.
Σπήλαιον καὶ φάτνη ὑπεδέξαντο αὐτόν.
Ποιμένες τὸ θαῦμα ἀνακηρύττουσι.
Μάγοι ἐξ Ἀνατολῶν, ἐν Βηθλεὲμ δῶρα προσάγουσιν·
ἡμεῖς δὲ τὸν αἶνον ἀναξίοις χείλεσιν,
ἀγγελικῶς αὐτῷ προσάξωμεν.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη·
ἦλθε γὰρ ἡ προσδοκία τῶν ἐθνῶν·
ἦλθεν, ἔσωσεν ἡμᾶς,
ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου