Τρίτη 16 Μαρτίου 2010

Ἡ θεόφωτος χάρις τῆς ἐγκρατείας, ἡμῖν σήμερον λάμψασα, φαιδρότερον τοῦ ἡλίου, τὰς ψυχὰς ἡμῶν φωταγωγεῖ, ὥσπερ νέφη τὰ πάθη, τῆς ἁμαρτίας ἐκδιώκουσα


Τὴν τετραυματισμένην μου ψυχήν,
καὶ τεταπεινωμένην, ἐπίσκεψαι Κύριε,
ἰατρὲ τῶν νοσούντων,
καὶ τῶν ἀπηλπισμένων λιμὴν ἀχείμαστε·
σὺ γὰρ εἶ ὁ ἐλθὼν Λυτρωτής τοῦ Κόσμου,
ἐγεῖραι ἐκ φθορᾶς τὸν παραπεσόντα,
κᾀμὲ προσπίπτοντα ἀνάστησον,
διὰ τὸ μέγα σου ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου