Παρασκευή 2 Απριλίου 2010

Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ...



Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ, τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη
τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν,
τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις,
τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον,

τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην,
καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον,
ἃ δι' ἡμᾶς ἑκὼν κατεδέξατο,ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ,
τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.
 

Στίχοι είς την Σταύρωσιν

Ζῶν εἶ Θεὸς σύ, καὶ νεκρωθεὶς ἐν ξύλῳ, 
Ὦ νεκρὲ γυμνέ, καὶ Θεοῦ ζῶντος Λόγε.


Έτεροι είς τον ευγνώμονα ληστήν

Κεκλεισμένας ἤνοιξε τῆς Ἐδὲμ πύλας,
Βαλὼν ὁ Λῃστὴς κλεῖδα τό, Μνήσθητί μου.


Τῇ ὑπερφυεῖ καὶ περὶ ἡμᾶς παναπείρῳ σου εὐσπλαγχνίᾳ,
Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.

2 σχόλια:

  1. Καλή Ανάσταση, "και νεκρός ουδείς επί μνήματος"!

    ΑπάντησηΔιαγραφή
  2. Αγαπητέ κ.Παπαγιάννη,αντεύχομαι σε σας και την οικογένειά σας, έτη πολλά ευλογημένα παρά Κυρίου και την χάρη του μετ΄ολίγον Αναστάντος Κυρίου μας.
    Σας ευχαριστώ θερμά για την αγάπη σας.

    ΑπάντησηΔιαγραφή