Πέμπτη 28 Ιανουαρίου 2010

Ὡς ποταμὸς ὑπάρχεις, ῥεῖθρα χρυσόρρυτα βρύων, καὶ τοὺς λαοὺς διεγείρων, τῆς μετανοίας πρὸς τρίβον, Χριστὸν ἱκέτευε Πάτερ, Ἐφραὶμ σωθῆναι τὸν κόσμον


Προφητικῶς καταβρέχων
τὴν στρωμνὴν τοῖς δάκρυσι,
καὶ μελέτην βίου ποιούμενος τὴν μετάνοιαν,
τῆς κρίσεως τὸν φόβον ἔργοις ἡμῖν,
καὶ διὰ λόγων ὑπέδειξας.
Διὸ τὴν σὴν τιμῶμεν ἅπαντες,
συνελθόντες Παμμάκαρ μνήμην,
παραδόξων πραγμάτων αὐτουργέ,
Ἐφραὶμ ἀοίδιμε∙
καὶ νῦν δυσωποῦμέν σε·
Πρέσβευε Χριστῷ τῷ Θεῷ,
ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου