Εἰρήνη φίλη, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, ὃ νῦν ἔδωκα τῷ λαῷ καὶ ἀντέλαβον· οὐκ οἶδα εἰ παρὰ πάντων γνησίαν φωνὴν καὶ ἀξίαν τοῦ Πνεύματος, ἀλλὰ μὴ δημοσίας συνθήκας ἀθετουμένας ὑπὸ Θεῷ μάρτυρι,
ὥστε καὶ μεῖζον εἶναι ἡμῖν τὸ κατάκριμα.
Εἰρήνη φίλη, τὸ ἐμὸν μελέτημα καὶ καλλώπισμα, ἣν Θεοῦ τε εἶναι ἀκούομεν, καὶ ἧς Θεὸν, τὸν Θεὸν καὶ αὐτόθεον, ὡς ἐν τῷ· Ἡ εἰρήνη τοῦ Θεοῦ· καὶ, Ὁ Θεὸς τῆς εἰρήνης· καὶ, Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν· καὶ οὐδ᾿ οὕτως αἰδούμεθα.
Εἰρήνη φίλη, τὸ παρὰ πάντων μὲν ἐπαινούμενον ἀγαθὸν, ὑπ᾿ ὀλίγων δὲ φυλασσόμενον, ποῦ ποτε ἀπέλιπες ἡμᾶς, τοσοῦτος ἐξ οὗ χρόνος ἤδη; καὶ πότε ἐπανήξεις ἡμῖν;
Ὡς λίαν σε ποθῶ καὶ ἀσπάζομαι διαφερόντως τῶν ἄλλων ἀνθρώπων· καὶ παροῦσαν περιέπω, καὶ ἀποῦσαν ἀνακαλοῦμαι πολλοῖς θρήνοις καὶ δάκρυσιν, οἵοις οὔτε Ἰακὼβ καὶ τὸν Ἰωσὴφ ἐκεῖνον ὁ πατριάρχης, ὑπὸ μὲν τῶν ἀδελφῶν πεπραμένον, ὑπὸ δὲ θηρίου ἡρπασμένον, ὡς ᾤετο· οὔτε Δαβὶδ Ἰωνάθαν τὸν ἑαυτοῦ φίλον, ἔργον πολέμου γενόμενον, ἢ τὸν υἱὸν Ἀβεσσαλὼμ ὕστερον.
Ὧν ὁ μὲν σπλάγχνοις πατρικοῖς σπαρασσόμενος, Θηρίον ἥρπασεν, ἐβόα, τὸν Ἰωσὴφ, θηρίον πονηρὸν καὶ ἀνήμερον, καὶ τὴν τοῦ παιδὸς ἐσθῆτα ᾑμαγμένην προθεὶς, ὡς τὰς τοῦ παιδὸς σάρκας περιεπτύσσετο, τῷ αὐτῷ καὶ φλεγόμενος καὶ παραμυθούμενος.
Ὁ δὲ, νῦν μὲν τοῖς ὄρεσι καταρᾶται, καθ᾿ ὧν ὁ πόλεμος. Ὄρη τὰ Γελβουὲ, λέγων, μὴ πέσοι ἐφ᾿ ὑμᾶς μήθ᾿ ὑετὸς, μήτε δρόσος· καὶ, Πῶς ἔπεσε τόξον Ἰωνάθαν καὶ δύναμις; Νῦν δ᾿ ἀπολογεῖται ὡς οὐδὲν ἠδικηκότι τῷ πατροφόνῳ, καὶ τῷ νεκρῷ σπένδεται· ἴσως καὶ κατὰ τοῦτο ὑπεραλγῶν τοῦ παιδὸς, ὅτι κατὰ τοῦ πατρὸς ἀνετείνατο χεῖρα.
Τοιοῦτο γὰρ καὶ ὁ πατήρ· ὃν ὡς ἐχθρὸν ἠμύνατο πολεμοῦντα, ὡς φίλον ποθεῖ τεθνηκότα· καὶ νικᾷ τὴν ἔχθραν ἡ φύσις, ἧς οὐδὲν βιαιότερον.
Ἐλεεινὸν δὲ καὶ ἡ κιβωτὸς ὑπὸ τῶν ἀλλοφύλων κατεχομένη· καὶ Ἱερουσαλὴμ ἠδαφισμένη καὶ ὑπὸ ἐθνῶν πατουμένη· καὶ υἱοὶ Σιὼν, οἱ τίμιοι καὶ ἰσοστάσιοι χρυσίῳ, πορευόμενοι ἐν αἰχμαλωσίᾳ, καὶ νῦν ἔτι διεσπαρμένοι, καὶ λαὸς ὄντες τῆς οἰκουμένης ξένος καὶ πάροικος.
Δεινὸν δὲ καὶ τὰ νῦν ὁρώμενά τε καὶ ἀκουόμενα· πατρίδες ἀνιστάμεναι, καὶ μυριάδες πίπτουσαι, καὶ κάμνουσα γῆ τοῖς αἵμασι καὶ τοῖς πτώμασι, καὶ λαὸς ἀλλόγλωςσος ὡς οἰκείαν διατρέχων τὴν ἀλλοτρίαν· οὐ δι᾿ ἀνανδρίαν τῶν προμαχομένων κατηγορείτω μηδείς· οὗτοι γάρ εἰσιν οἱ μικροῦ πᾶσαν τὴν οἰκουμένην παραστησάμενοι· ἀλλὰ διὰ τὴν ἡμετέραν κακίαν, καὶ τὴν ἐπικρατοῦσαν κατὰ τῆς Τριάδος ἀσέβειαν.
Δεινὰ ταῦτα, καὶ πέρα δεινῶν.
Τίς ἀντερεῖ τῶν συμφορὰς δοκιμάζειν εἰδότων ἐξ ὧν πεπόνθασιν, ἢ συμπεπόνθασιν;
Ἀλλ᾿ οὔπω τοσοῦτον οὐδὲν, ὅσον εἰρήνη δεδιωγμένη, καὶ ἡ τῆς Ἐκκλησίας εὐπρέπεια περιῃρημένη, καὶ τὸ παλαιὸν ἀξίωμα καταλελυμένον· καὶ παρὰ τοσοῦτον ἡ τάξις ἀντεστραμμένη, ὥστε πρότερον μὲν ἐξ οὐ λαοῦ λαὸς, καὶ ἐξ οὐκ ἔθνους ἔθνος γεγόναμεν· νῦν δὲ κινδυνεύομεν ἐκ λαοῦ μεγίστου καὶ ἔθνους, εἰς οὐ λαὸν πάλιν καὶ οὐκ ἔθνος ἀναλυθέντες γενέσθαι, ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδ᾿ εἰς ἑν ὄνομα καὶ τάγμα συνεληλύθειμεν.
Καὶ ὄντως κινδυνεύει ῥᾷον εἶναι δυσπραγίαν ἐνεγκεῖν, ἢ εὐπραγίαν διασώσασθαι· ὁπότε καὶ ἡμεῖς, ἡνίκα ἐπολεμούμεθα, τοῖς διωγμοῖς ῥωσθέντες καὶ συναχθέντες, ἡνίκα συνήχθημεν, διελύθημεν.
Τίς γὰρ οὐκ ἂν ὀδύραιτο εὖ φρονῶν τὰ παρόντα;
Τίς δὲ λόγον εὑρήσει τῇ συμφορᾷ παρισούμενον;
Λῃστὰς μὲν εἰρηνεύειν, οὓς κακία συνέδησε, καὶ τοὺς τυραννίδι συντεταγμένους, ἢ κλοπῆς κοινωνοὺς, ἢ στάσεως συνωμότας, ἢ μοιχείας συλλήπτορας, ἔτι δὲ χορῶν συστήματα, καὶ στρατῶν τάγματα, καὶ νηῶν πληρώματα· ἐῶ γὰρ λέγειν κλήρους ἐξ ἴσου διαιρουμένους, καὶ πολιτείας ἀντιθέτους, καὶ διαδοχὰς λειτουργιῶν καὶ ἀρχῶν, τάξει προιούσας καὶ νόμῳ, καὶ τὴν πολυύμνητον δὴ ταύτην σοφιστικὴν, ἢ γραμματικὴν, ἵνα μὴ λέγω φιλοσοφίαν, περὶ ἣν νέων φιλοτιμία λυσσᾷ τε καὶ μέμηνε· ταύτην μὲν ὁρᾷν ὀλίγα μὲν στασιάζουσαν, τὰ πλείω δὲ εἰρηνεύουσαν· ἡμᾶς δὲ ἀσυνθέτους εἶναι καὶ ἀσυνδέτους, καὶ μήποτε δύνασθαι εἰς ταυτὸν ἐλθεῖν, μηδέ τινα λόγον φανῆναι τῆς νόσου ταύτης θεραπευτὴν, ἀλλ᾿ ὥσπερ κακίας μυσταγωγοὺς καὶ μύστας ὄντας, οὐκ ἀρετῆς, πολλὰ μὲν ποιεῖσθαι τὰ τῆς διαστάσεως ὑπεκκαύματα, μικρὰ δὲ, ἢ μηδόλως τῆς ὁμονοίας φροντίζειν.
Καίτοι τούτων μὲν στασιαζόντων, οὐκ εἰς μέγα ἡ στάσις φέρει· τινάς τε καὶ στασιάζειν ἢ συμφρονεῖν ἄμεινον· τὰς γὰρ ἐπὶ κακῷ συστάσεις τίς ἂν ἐπαινέσειεν εὖ φρονῶν;
Ἡμᾶς δὲ εἴ τις ἐρωτήσειε, Τί τὸ τιμώμενον ὑμῖν καὶ προσκυνούμενον;
πρόχειρον εἰπεῖν· Ἡ ἀγάπη.
Ὁ γὰρ Θεὸς ἡμῶν ἡ ἀγάπη ἐστί.
Ῥῆσις τοῦ ἁγίου Πνεύματος· καὶ τοῦτο χαίρει μᾶλλον ἀκούων, ἤ τι ἄλλο, ὁ Θεός. Τί δαὶ νόμου καὶ προφητῶν κεφάλαιον; οὐκ ἄλλο ἢ τοῦτο συγχωρήσειεν ὁ εὐαγγελιστὴς ἀποκρίνασθαι.
Τί δήποτε οὖν οἱ τῆς ἀγάπης, οὕτω μισοῦμέν τε καὶ μισούμεθα; καὶ οἱ τῆς εἰρήνης, πολεμοῦμεν ἀκήρυκτά τε καὶ ἀκατάλλακτα; καὶ οἱ τοῦ ἀκρογωνιαίου, διιστάμεθα;
καὶ οἱ τῆς πέτρας, σειόμεθα; καὶ οἱ τοῦ φωτὸς, ἐσκοτίσμεθα; καὶ οἱ τοῦ Λόγου, τοσαύτης ἐσμὲν σιγῆς, ἢ ἀλογίας, ἢ παραπληξίας, ἢ, οὐκ οἶδ᾿ ὅ τι καὶ ὀνομάσω, μεστοί· ὥστε τροφῆς μὲν, καὶ ὕπνου, καὶ ᾠδῆς κόρος ἐστὶ, καὶ τῶν αἰσχίστων, ὡς λέγουσι· καὶ πλησμονὴ πάντων, οὐ τῶν ἀλγεινῶν μόνον, ἀλλ᾿ ἤδη καὶ τῶν ἡδίστων, καὶ πάντα εἰς ἄλληλα περιχωρεῖ τε καὶ περιτρέπεται· ἡμῖν δ᾿ οὐδεὶς ὅρος τοῦ βάλλειν καὶ βάλλεσθαι, οὐ τοῖς ἑτεροδοξοῦσι μόνον, καὶ κατὰ τὸν τῆς πίστεως λόγον διεστηκόσιν (ἧττον γὰρ ἂν ἦν ἀλγεινὸν, καὶ ὁ ζῆλος, ἀπολογία πραγμάτων ἐπαινουμένων, ἐὰν ἐν ὅροις ἱστῆται)· ἤδη δὲ καὶ τοῖς ὁμοδόξοις, καὶ πρὸς τοὺς αὐτοὺς, καὶ ὑπὲρ τῶν αὐτῶν στασιάζουσι
(τοῦτο γὰρ τὸ μοχθηρότατον, ἢ ἐλεεινότατον).
Καὶ τὸ αἴτιον τί;
Φιλαρχία τυχὸν, ἢ φιλοχρηματία, ἢ φθόνος, ἢ μῖσος, ἢ ὑπεροψία, ἤ τι τῶν ὅσα μηδὲ τοὺς ἀθέους ὁρῶμεν πάσχοντας· καὶ τὸ χάριεν, ἡ τῶν ψήφων μετάθεσις. Ὅταν ἁλῶμεν, εὐσεβεῖς ἐσμεν καὶ ὀρθόδοξοι, καὶ καταφεύγομεν ψευδῶς ἐπὶ τὴν ἀλήθειαν, ὡς ὑπὲρ πίστεως στασιάζοντες· καὶ τοῦτο μόνον ἐπαινετὸν ποιοῦμεν, ὡς ἐν κακοῖς, εἰ μὴ καὶ λίαν αἰσχρὸν, ὅτι τὴν κακίαν ἐρυθριῶντες, ἐπὶ σεμνότερον ὄνομα μεταβαίνομεν, τὴν εὐσέβειαν.
Ἐμβρόντητε καὶ πολύτροπε, εἴποι τις ἂν, καὶ πλάσμα τοῦ Πονηροῦ καὶ τοῦ σοφιστοῦ τῆς κακίας, ὅστις ποτὲ εἶ ὁ τοῦτο πάσχων, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἀνοητότατε· οὗτός σοι χθὲς ἦν εὐσεβὴς, καὶ πῶς ἀσεβὴς σήμερον, μηδὲν προσθεὶς, μηδὲ ἀφελῶν, μήτε ῥήματι, μήτε πράγματι, ἀλλ᾿ ἐπὶ τῶν αὐτῶν ἱστάμενος· ὃς ἀναπνεῖ τὸν αὐτὸν ἀέρα, καὶ τοῖς αὐτοῖς ὄμμασι προσβλέπει τὸν αὐτὸν ἥλιον· εἰ βούλει δὲ, ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρωτηθεὶς, οὐκ ἄλλο τι ἢ ταυτὸν ἀποκρίνεται;
Ἀλλὰ καὶ πόρνος σοι σήμερον, ὁ χθὲς Ἰωσὴφ (προβαίνει γὰρ καὶ μέχρι τούτων ἡ ἔρις, ὥσπερ τις φλὸξ διὰ καλάμης θέουσα, καὶ τὰ κύκλῳ περιλαμβάνουσα)· καὶ Ἰούδας σήμερον, ἢ Καιάφας, ὁ χθὲς Ἡλίας, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν μετὰ Χριστοῦ τεταγμένων, καὶ τὴν αὐτὴν ζώνην περικειμένων, καὶ τὸ αὐτὸ ἀμπεχομένων φαιὸν ἢ μέλαν τριβώνιον, ὃ σεμνότης βίου προβάλλεται, κατά γε τὸν ἐμὸν νόμον καὶ λόγον.
Καὶ τὸ καλὸν ἄνθος τῶν ὑψηλῶν, τὴν ὠχρότητα, ἢ τὸ τῆς φωνῆς εὔτακτον καὶ ἡσύχιον, ἢ τὸ τοῦ βαδίσματος ἐμβριθές τε καὶ ἥμερον, χθὲς μὲν φιλοσοφίαν, σήμερον δὲ κενοδοξίαν προσηγορεύσαμεν· καὶ τὴν αὐτὴν κατὰ πνευμάτων ἢ νόσων δύναμιν, ποτὲ μὲν τῷ Ἰησοῦ, ποτὲ δὲ τῷ Βεελζεβοὺλ προςεθήκαμεν, καὶ χρώμεθα τούτων οὐ δικαίᾳ στάθμῃ, τῇ φιλονεικίᾳ καὶ τῷ θυμῷ.
..........
Τί ταῦτα πάσχομεν, ὦ οὗτοι, καὶ μέχρι τίνος; Πότε δὲ τῆς μέθης ἐκνήψομεν, ἢ τῶν ὀφθαλμῶν τὴν λήμην περιαιρήσομεν, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀναβλέψομεν; Ποία σκοτόμαινα ταῦτα; τίς νυκτομαχία; τίς ζάλη, φίλων καὶ πολεμίων ὄψιν οὐ διακρίνουσα; Διατί γεγόναμεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν;
Τίς ἡ φιλοτιμία τοῦ κακοῦ;
Πόθεν οὕτως ἀθάνατα κάμνομεν; μᾶλλον δὲ οὐδὲ κάμνομεν, ἀλλ᾿ ἐῤῥώμεθα τῷ κακῷ, μαινομένων τὸ πάθος, καὶ ἡδόμεθα δαπανώμενοι.
Καὶ οὐδαμοῦ λόγος, οὐ φίλος, οὐ σύμμαχος, οὐκ ἰατρὸς, ἢ φαρμακεύων, ἢ ἐκτέμνων τὸ πάθος· οὐ παραστάτης ἄγγελος, οὐ Θεός· ἀλλὰ πρὸς τοῖς ἄλλοις, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἡμῖν αὐτοῖς ἀπεκλείσαμεν.
Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; καὶ πῶς ἀποστρέφῃ εἰς τέλος; Καὶ πότε ἐπισκοπὴν ἡμῶν ποιήσῃ; καὶ ποῦ προβήσεται ταῦτα καὶ στήσεται;
Δέδοικα μὴ καπνὸς ᾖ τοῦ προσδοκωμένου πυρὸς τὰ παρόντα, μὴ τούτοις ὁ Ἀντίχριστος ἐπιστῇ, καὶ καιρὸν λάβῃ τῆς ἑαυτοῦ δυναστείας τὰ ἡμέτερα πταίσματά τε καὶ ἀῤῥωστήματα.
Οὐ γὰρ ὑγιαίνουσι προσβαλεῖ τυχὸν, οὐδὲ τῇ ἀγάπῃ πεπυκνωμένοις· ἀλλὰ δεῖ μερισθῆναι τὴν βασιλείαν ἐφ᾿ ἑαυτὴν, εἶτα πειρασθῆναι καὶ δεθῆναι τὸν ἰσχυρὸν ἐν ἡμῖν λογισμὸν, εἶτα τὰ σκεύη διαρπαγῆναι, καὶ ταῦτα παθεῖν ἡμᾶς, ἃ νῦν ὁρῶμεν τὸν ἐχθρὸν παρὰ Χριστοῦ πάσχοντα.
..........
Ώ φίλοι καὶ ἀδελφοὶ, οὕτω διανοώμεθα.
Αἰδεσθῶμεν τὸ δῶρον τοῦ εἰρηνικοῦ, τὴν εἰρήνην,
ἣν ἐνθένδε ἀπιὼν ἀφῆκεν ἡμῖν, ὥσπερ ἄλλο τι ἐξιτήριον.
Ἕνα πόλεμον εἰδῶμεν, τὸν κατὰ τῆς ἀντικειμένης δυνάμεως.
Εἴπωμεν ἀδελφοὶ καὶ τοῖς μισοῦσιν ἡμᾶς, ἂν ἄρα δέχωνται.
Συγχωρήσωμέν τι μικρὸν, ἵνα τὸ μεῖζον ἀντιλάβωμεν, τὴν ὁμόνοιαν.
Ἡττηθῶμεν, ἵνα νικήσωμεν.
Ὁρᾶτε νόμους ἀθλήσεως, καὶ παλαιστῶν ἀγωνίσματα,
οἳ τῷ κάτω κεῖσθαι πολλάκις νικῶσι τοὺς ὑπερκειμένους.
Τούτους ζηλώσωμεν, μὴ τῶν δαιτυμόνων τοὺς ἀπληστοτέρους, ἢ τῶν ἐμπόρων·
ὧν οἱ μὲν ἀμέτρως ἐμφορηθέντες τῶν προκειμένων, οἱ δὲ τὴν ναῦν φορτίσαντες, θᾶττον ἐῤῥάγησαν καὶ συγκατέδυσαν, ἤ τι τῆς ἀπληστίας ἀπέλαυσαν, ἵνα μικρὰ κερδάνωσι, τὰ μεγάλα ζημιωθέντες.
Ἐγὼ μὲν οὖν ταῦτα καὶ βοῶ καὶ διαμαρτύρομαι, καὶ τὸ τῆς Γραφῆς ποιῶν οὐ παύσομαι· Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω·
καὶ γὰρ ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀναιρουμένοις, οἵτινες οὐ τραυματίαι μαχαίρας, οὐδὲ τραυματίαι λιμοῦ γινόμεθα, τραυματίαι δὲ φιλοδοξίας ἢ φιλαρχίας· ὡς μηδὲ τὸ ἐλεεῖσθαι μᾶλλον ἢ τὸ μισεῖσθαι συμβαίνειν τοῖς πίπτουσιν.
Ὑμεῖς δὲ, εἰ μὲν δέχοισθε τοὺς ἐμοὺς λόγους, τοῦτο ἄμεινον ἀμφοτέροις· εἰ δὲ διαπτύοιτε καὶ ἀποπέμποισθε, νικῶντος τοῦ πάθους τὸν λογισμὸν, ἐμοὶ μὲν ἱκανῶς ἀφωσίωται καὶ τὰ πρὸς Θεὸν, καὶ τὰ πρὸς ἀνθρώπους· οὐδὲν γὰρ, οἶμαι, πλέον ζητήσει τις, οὐδὲ τῶν σφόδρα εἰρηνικῶν τε καὶ φιλοθέων·
ὑμεῖς δ᾿ ἂν εἰδείητε τὰ ἑξῆς.
Οὐ γὰρ ἐγώ τι προσθήσω τῶν τραχυτέρων, ἐπειδὴ παίδων φείδεσθαι πατρικὸς νόμος.
Ἀλλ᾿ ἵλεω τύχοιτε καὶ εἰρηνικοῦ τοῦ μεγάλου κριτοῦ, νῦν τε καὶ ἐν ἡμέρᾳ ἀνταποδόσεως, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰρηνικὸς, λεχθεὶς ἐν Κωνσταντίνου πόλει, ἐπὶ τῇ γενομένῃ τῷ λαῷ φιλονεικίᾳ,
περὶ ἐπισκόπων τινῶν διενεχθέντων πρὸς ἀλλήλους
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου