Οὐκ ἔδει σε Χρυσόστομε,
τὴν Βασιλίδα κοταλείψαντα,
παροικεῖν ἐν Κομάνοις·
ὅθεν θεόθεν ἠγμένη,
ἡ Ἀνακτορικὴ πανδαισία,
πάλιν σε ἐπανήγαγεν ἐν τοῖς βασιλείοις·
εὐφράνθη δὲ ἡ Ἐκκλησία ἰδοῦσά σε,
ἀνθομολογουμένη καὶ λέγουσα.
Μεγαλύνει ἡ δόξα μου τὸν Κύριον,
ἀποδόντα μοι τὸν νυμφαγωγόν,
καὶ τὸ στήριγμα τῆς πίστεως,
τὴν ὑπόληψιν τῶν ἀξιωμάτων μου,
καὶ ἀνάπαυσιν τῶν ἐμῶν κροτάφων·
τὸ ὕψος τῆς ταπεινοφροσύνης,
καὶ βάθος τῆς ἐλεημοσύνης,
καὶ πλοῦτον τῆς ἐμῆς πτωχείας,
καὶ μῆκος τῆς μετανοίας.
Διὸ αἰτοῦμέν σε Ὅσιε Πάτερ,
τὴν εἰρήνην αἴτησαι,
καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
τὴν Βασιλίδα κοταλείψαντα,
παροικεῖν ἐν Κομάνοις·
ὅθεν θεόθεν ἠγμένη,
ἡ Ἀνακτορικὴ πανδαισία,
πάλιν σε ἐπανήγαγεν ἐν τοῖς βασιλείοις·
εὐφράνθη δὲ ἡ Ἐκκλησία ἰδοῦσά σε,
ἀνθομολογουμένη καὶ λέγουσα.
Μεγαλύνει ἡ δόξα μου τὸν Κύριον,
ἀποδόντα μοι τὸν νυμφαγωγόν,
καὶ τὸ στήριγμα τῆς πίστεως,
τὴν ὑπόληψιν τῶν ἀξιωμάτων μου,
καὶ ἀνάπαυσιν τῶν ἐμῶν κροτάφων·
τὸ ὕψος τῆς ταπεινοφροσύνης,
καὶ βάθος τῆς ἐλεημοσύνης,
καὶ πλοῦτον τῆς ἐμῆς πτωχείας,
καὶ μῆκος τῆς μετανοίας.
Διὸ αἰτοῦμέν σε Ὅσιε Πάτερ,
τὴν εἰρήνην αἴτησαι,
καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου