Παρασκευή 29 Ιανουαρίου 2010

Ἰάτρευσόν μου τὸν νοῦν, κεκακωμένον τοῖς δεινοῖς πάθεσι, τοῖς τῆς σαρκὸς Ἰγνάτιε, Μάρτυς τοῦ Χριστοῦ παναοίδιμε


Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκὼν
ἡ ἐτήσιός σου ἐπέστη Ἑορτή,
Θεοφόρε Ἰγνάτιε,
τὰς μυσταγωγίας σου
καὶ τὰς ἀριστείας σου κηρύττουσα,
τὴν ὑπὲρ τῆς πίστεως
μέχρις αἵματος ἀντικατάστασιν·
τὴν μακαρίαν ἐκείνην
καὶ ἀοίδιμον φωνήν,
τήν, Ὅτι σῖτός εἰμι Θεοῦ, λέγουσαν,
καὶ δι᾿ ὀδόντων θηρίων ἀλήθομαι.
Διὸ μιμητής τοῦ πάθους τοῦ Χριστοῦ σου γεγονώς,
πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου