Τετάρτη 27 Ιανουαρίου 2010

Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ,ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρα τε καὶ θυσίας πνευματικὰς ὑπέρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίας
καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν,
ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης·
τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν.
Ἀλλ' ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος
καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας,
καί τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας
τὴν ἱερουργίαν παρέδωκας ἡμῖν,
ὡς Δεσπότης τῶν ἁπάντων.
Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καί τῶν ἐπιγείων,
ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος,
ὁ τῶν Σεραφεὶμ Κύριος,
καὶ βασιλεύς τοῦ Ἰσραήλ,
ὁ Μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος,
σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον,
ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου,
καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν
ἀπὸ συνειδήσεως πονηρᾶς,
καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος,
ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν,
παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ
καὶ ἱερουργῆσαι
τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα.
Σοὶ γὰρ προσέρχομαι,
κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου,
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ,
μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου,
ἀλλ' ἀξίωσον προσενεχθῆναί σοι ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ
καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα.
Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος
καὶ προσδεχόμενος καὶ διαδιδόμενος,
Χριστὲ ὁ Θεὸς ἡμῶν,
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ
καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου