Τολμῶ γὰρ εἰπεῖν, ἀγαπητοὶ, οὐδὲν ὠφεληθήσεται ἄνθρωπος,
κἂν τὸ σῶμα πλύνῃ,
ἐὰν μὴ πνεῦμα ἔχῃ συνεργὸν, καὶ σύνδρομον τὴν ἐλεημοσύνην.
Ὥσπερ γὰρ ποτήριον καὶ ἔξωθεν πλυθὲν καὶ ἔσωθεν, μὴ ἔχον δὲ ποτὸν, οὐκ ἂν ἰάσηται τοῦ διψῶντος τὴν ἐπιθυμίαν, ὁμοίως δὲ καὶ πινάκιον·
οὕτω καὶ ἄνθρωπος, κἂν ἔσωθεν ᾖ πεπλυμένος καὶ ἔξωθεν, οὐ τέρψει τὸν Κύριον, ἐὰν μὴ θρέψῃ τὸν σύνδουλον.
Διὸ ἐπιφέρει ὁ Κύριος, καὶ λέγει·
Πλὴν τὰ ἐνόντα, δότε ἐλεημοσύνην·
καὶ ἰδοὺ πάντα καθαρὰ ἔσται ὑμῖν.
Πλὴν τὰ ἐνόντα, λέγει·
οὐ γὰρ τῇ τῶν πολυχρύσων προσκομιδῇ τέρπεται,
ὅσον τῇ τῶν ἀδόλων ἀνυποκρίτῳ προσφορᾷ.
Μὴ ζητήσῃς σὺ ὁ πένης, ὅτι οὐκ ἔχεις χρυσὸν, καὶ ἀργύρου τοσάσδε ὁλκάδας·
ῥῖψον εἰς τὸ γαζοφυλάκιον ὃ ἔχεις· καὶ δύο λεπτὰ δικαιοῖ.
Μνήσθητι τὸ τῆς χήρας ἐκείνης, ὅτι ἐδικαιώθη ὑπὲρ τοὺς πολυχρύσους.
Ὁ γὰρ Θεὸς χρήματα οὐκ οἶδε σταθμίζειν, ἀλλὰ συνείδησιν δοκιμάζει.
Ἡ ἐλεημοσύνη σπίλους ψυχῶν ἀποσμήχει, καὶ μισθοὺς ἀγαθῶν θησαυρίζει·
ἡ ἐλεημοσύνη ψυχῆς ζωτικὴ χορηγία,
ἡ ἐλεημοσύνη τὰς ψυχὰς ἐκλευκαίνει,
ἡ ἐλεημοσύνη ψυχῆς παῤῥησία, καλὴ στρατηγία.
Ῥίψατε χρυσὸν, καὶ λάβετε Κύριον·
δότε ἀργύριον, καὶ λάβετε τὸ ἅγιον·
σκορπίσατε χαλκὸν, καὶ συνεξελεύσεται αὐτῷ ὁ ἰὸς τῆς ἁμαρτίας·
δροσίσατε τὴν κάμινον,
καὶ δότε ἱμάτια ἵνα λάβητε ἰάματα,
ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,
ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου