Τετάρτη, 27 Ιανουαρίου 2010

Σάλπιγξ χρυσόφωνος ἀνεδείχθης, χρυσορρῆμον Χρυσόστομε, χρυσουργῶν τὰς καρδίας τῶν πιστῶν, τοῖς χρυσεπόνοις σου διδάγμασι...



Πάτερ Χρυσόστομε,
ὡς ποταμὸς θεόβρυτος, ἐκ τῆς Ἐδὲμ μυστικῶς ἐξερχόμενος,
εἰς ἀρχὰς τέσσαρας διαδραμών,
σοῖς λόγοις τῆς γῆς τὰ πέρατα,
πάντα πιστὸν κατήρδευσας, τῇ παγχρύσῳ διδασκαλίᾳ σου,
διὸ τὴν ἐπάνοδον, σοῦ τῶν θείων λειψάνων,
ἡμῖν σαφῶς πολιτογραφήσας,
πρεσβεύεις σωθῆναι,
τὰς ψυχὰς Ἰωάννη,
τῶν ἀνυμνούντων σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου