Σὺ γὰρ τὸν λόγον ἡμῖν ἐξανέστησας ἔτι καταφρονούμενον· τὸ τῆς κοινῆς νίκης χωρίον, ἡ νέα Σηλὼμ, ἐν ᾗ πρῶτον τὴν σκηνὴν ἐπήξαμεν, τεσσαράκοντα ἔτη περιφερομένην ἐν τῇ ἐρήμῳ καὶ πλανωμένην.
Σύ τε ὁ μέγας ναὸς οὗτος καὶ περιβόητος, ἡ νέα κληρονομία, τὸ νῦν μέγας εἶναι παρὰ τοῦ Λόγου λαβὼν, ὃν Ἰεβοῦς πρότερον ὅντα, Ἱερουσαλὴμ πεποιήκαμεν·
ὑμεῖς τε ὅσοι μετὰ τοῦτον εὐθὺς τοῖς κάλλεσιν, ἄλλος ἄλλο τι τῆς πόλεως μέρος διειληφότες, ὥσπερ σύνδεσμοί τινες καὶ τὸ Γειτονοῦν οἰκειούμενοι·
οὓς μετὰ τῆς ἀσθενείας ταύτης, οὐχ ἡμεῖς, ἡ χάρις δὲ σὺν ἡμῖν ἐπλήρωσε τοῖς ἀπεγνωσμένοις.
Χαίρετε, ἀπόστολοι, ἡ καλὴ μετοικία, οἱ ἐμοὶ διδάσκαλοι τῆς ἀθλήσεως, εἰ καὶ μὴ πολλάκις ὑμῖν ἐπανηγύρισα, ἴσως τὸν τοῦ ὑμετέρου Παύλου Σατᾶν περιφέρων ἐν τῷ σώματι πρὸς τὸ συμφέρον, δι᾿ ὃν νῦν ὑμῶν ἀποικίζομαι.
Χαῖρέ μοι, ὦ καθέδρα, τὸ ἐπίφθονον ὕψος τοῦτο καὶ ἐπικίνδυνον, ἀρχιερέων συνέδριον, ἱερέων αἰδοῖ καὶ χρόνῳ τετιμημένον, ὅσον τε ἄλλο περὶ τὴν ἱερὰν τράπεζαν λειτουργικὸν Θεοῦ, καὶ ἐγγίζον Θεῷ τῷ ἐγγίζοντι.
Χαίρετε, Ναζαραίων χοροστασίαι, ψαλμῳδιῶν ἁρμονίαι, στάσεις πάννυχοι, παρθένων σεμνότης, γυναικῶν εὐκοσμία, χηρῶν, ὀρφανῶν συστήματα, πτωχῶν ὀφθαλμοὶ, πρὸς Θεὸν καὶ πρὸς ἡμᾶς βλέποντες.
Χαίρετε, οἶκοι φιλόξενοι καὶ φιλόχριστοι, καὶ τῆς ἐμῆς ἀσθενείας ἀντιλήπτορες.
Χαίρετε, τῶν ἐμῶν λόγων ἐρασταὶ, καὶ δρόμοι, καὶ συνδρομαὶ, καὶ γραφίδες φανεραὶ καὶ λανθάνουσαι, καὶ ἡ βιαζομένη κιγκλὶς,
αὕτη τοῖς περὶ τὸν λόγον ὠθιζομένοις.
Χαίρετε, ὦ βασιλεῖς, καὶ βασίλεια, ὅσον τε περὶ τὸν βασιλέα θεραπευτικὸν καὶ οἰκίδιον· εἰ μὲν καὶ βασιλεῖ πιστὸν, οὐκ οἶδα· Θεῷ δὲ τὸ πλεῖον ἄπιστον.
Κροτήσατε χεῖρας, ὀξὺ βοήσατε, ἄρατε εἰς ὕψος τὸν ῥήτορα ὑμῶν.
Σεσίγηκεν ὑμῖν ἡ πονηρὰ γλῶσσα καὶ λάλος· οὐ μὴν σιγήσεται παντάπασιν· μαχήσεται γὰρ διὰ χειρὸς καὶ μέλανος· τὸ δ᾿ οὖν παρὸν σεσιγήκαμεν.
Χαῖρε, ὦ μεγαλόπολι καὶ φιλόχριστε (μαρτυρήσω γὰρ τἀληθῆ, καὶ εἰ μὴ κατ᾿ ἐπίγνωσιν ὁ ζῆλος· πεποίηκε χρηστοτέρους ἡμᾶς ἡ διάζευξις).
Πρόσιτε τῇ ἀληθείᾳ· μετασκευάζεσθε ὀψὲ γοῦν· τιμήσατε Θεὸν,
πλέον τῆς συνηθείας.
Οὐχ ἡ μετάθεσις τὸ αἰσχρὸν ἔχει, ἀλλ᾿ ἡ τοῦ κακοῦ τήρησις τὴν ἀπώλειαν.
Χαίροις, Ἀνατολὴ καὶ Δύσις, ὑπὲρ ὧν, καὶ ὑφ᾿ ὧν πολεμούμεθα· μάρτυς ὁ εἰρηνεύσων ὑμᾶς, ἂν ὀλίγοι μιμήσωνται τὴν ἐμὴν ὑποχώρησιν.
Οὐ γὰρ καὶ τὸν Θεὸν ἀπολοῦσιν οἱ τῶν θρόνων παραχωρήσαντες, ἀλλ᾿ ἕξουσι τὴν ἄνω καθέδραν, ἣ πολὺ τούτων ἐστὶν ὑψηλοτέρα τε καὶ ἀσφαλεστέρα.
Ἐπὶ πᾶσί τε καὶ πρὸ πάντων βοήσομαι·
Χαίρετε, ἄγγελοι, τῆσδε τῆς Ἐκκλησίας ἔφοροι, καὶ τῆς ἐμῆς παρουσίας καὶ ἐκδημίας, εἴπερ ἐν χειρὶ Θεοῦ τὰ ἡμέτερα.
Χαῖρέ μοι, ὦ Τριὰς, τὸ ἐμὸν μελέτημα καὶ καλλώπισμα· καὶ σώζοιο τοῖσδε, καὶ σώζοις τούσδε, τὸν ἐμὸν λαὸν (ἐμὸς γὰρ, κἂν ἄλλως οἰκονομώμεθα)· καὶ ἀγγέλοιό μοι διαπαντὸς ὑψουμένη, καὶ αὐξουμένη, καὶ λόγῳ, καὶ πολιτείᾳ, Τεκνία, φυλάσσοιτέ μοι τὴν παρακαταθήκην· μέμνησθέ μου τῶν λιθασμῶν.
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.
Αγίου Γρηγορίου Θεολόγου
"Συντακτήριος, εἰς τὴν τῶν ρν ἐπισκόπων παρουσίαν"
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου